• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

29.

1. Καὶ μὴ διὰ κακόνοιαν εἴπῃς· ἀλλὰ ὁ πατὴρ εἶπε τῷ υἱῷ «ποιήσωμεν», ὁ δὲ υἱὸς οὐκ εἶπε τῷ πατρί «ποιήσωμεν» καὶ ὁ υἱὸς οὐ λέγει ὅτι ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται, ἀλλὰ τὸν πατέρα τάττει πρῶτον λέγοντα καὶ ἐργαζόμενον. 2. τοῦτο γὰρ ἠλιθίως λέγεις καὶ πολλὰς ἀρχὰς θέλεις νοεῖν τὸ θεῖον. μία δέ ἐστιν ἀρχὴ καὶ ἡ αὐτὴ μία θεότης, οὐδαμοῦ δὲ ἐνταῦθα ὁ υἱὸς λέγει «θεός μου». οὐκ ἀρνούμενος δὲ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα τιμὴν λέγω, ἀλλὰ πῶς ἔχει ἡ τῆς θεότητος ἀκολουθία. 3. καὶ πάλιν «ἤκουσεν Ἀδάμ» φησί «τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν»· καὶ οὐδαμοῦ φησιν ὁ υἱὸς θεόν μου καὶ θεὸν ὑμῶν, ἀλλὰ θεὸν αὐτοτελῆ ἐνταῦθα λέγει. 4. καὶ πάλιν «καὶ ἐλάλησεν ὁ θεὸς τῷ Νῶε» καὶ οὐδαμοῦ ἐμφέρεται ἡ τοιαύτη λέξις. 5. «καὶ ὤφθη» φησίν «ὁ θεὸς τῷ Ἀβραάμ, καθεζομένου αὐτοῦ πρὸς τῇ δρυῒ τῇ Μαμβρή· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ ἔδραμεν εἰς συνάντησιν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν· εἰ εὗρον χάριν ἐνώπιόν σου», ἵνα τὸν ἕνα δείξῃ θεόν, τοὺς δὲ συνεπομένους αὐτῷ ἄλλους δύο ἀγγέλους αὐτοῦ. 6. περὶ γὰρ τούτου καί <φησιν> «ἀνέβη ὁ θεὸς ἀπὸ Ἀβραάμ»· αὐτὸς δὲ ὁ ἐλθὼν πρὸς αὐτὸν λέγει «μὴ κρύψω τι ἀπὸ τοῦ παιδός μου Ἀβραάμ; κραυγή» φησί «Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με» καὶ τὰ ἑξῆς· καὶ οὐδαμοῦ ἐμφέρεται ἐν τοῖς χρόνοις τούτοις τὸ θεός μου καὶ θεὸς ὑμῶν. 7. «καὶ εἰσῆλθον οἱ δύο ἄνδρες εἰς Σόδομα», ὡς τοῦ ἀναβεβηκότος ὑπεράνω τοῦ Ἀβραὰμ ἀπολειφθέντος ἀπὸ τῶν δύο τῶν εἰσελθόντων εἰς Σόδομα ἐπὶ τῇ καταστροφῇ. περὶ δὲ τοῦ ἀναβεβηκότος φησὶν ἡ γραφή «καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα παρὰ κυρίου πῦρ καὶ θεῖον»· καὶ οὐκ ἦν τῆς λέξεως χρεία τοῦ εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν. 8. καὶ Μωυσῆς φησιν ἐν τῇ ᾠδῇ «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». ἐὰν δὲ εἴπῃ «ἄγγελοι θεοῦ» καὶ «πῦρ παρὰ κυρίου» καὶ μὴ εἴπῃ ἄγγελοι μόνον, ἵνα δείξῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἓν βασίλειον, τῶν ἀγγέλων μὴ μεριζομένων εἰς ἀρχάς, ἀλλὰ θεοῦ ὄντων, προσκυνούντων δὲ τῷ υἱῷ καὶ θεῷ· ἄγγελος γὰρ ἀγγέλῳ οὐ προσκυνεῖ. καὶ οὐδαμοῦ ἐνταῦθα τὸ θεός μου καὶ θεὸς ὑμῶν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung