32.
1. Ἀλλ’ ἵνα μὴ τὰς μαρτυρίας, ἃς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι’ ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ’ αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑκάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι’ ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται· 2. καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ <ἤδη> εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ’ αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι.
3. «ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;» ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον <τὸ> πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐδ’ ὁποτέρας ποιήσεως τῷ λόγῳ. πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; 4. εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο; 5. πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ἀνθρώπων γινώσκεται, ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων ἢ συμπολιτῶν. 6. καὶ ἀδύνατον τοῦτο πληροῦσθαι εἰς ἄνθρωπον ψιλόν· πληροῦται δὲ ἐν τῷ θεῷ Λόγῳ καὶ υἱῷ θεοῦ, ἐν τῷ εἰπεῖν «ἄνθρωπός ἐστιν», <ὅτι ἄνθρωπός ἐστιν> ἐν ἀληθείᾳ <καὶ τό> «τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεός ἐστι· διότι συμμετέχει ἀνθρώποις καὶ θεός ἐστιν ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον. 7. ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος· «καὶ ἡ παρθένος, <φησί>, (τὸ γὰρ μέλλον πρὸ τοῦ χρόνου ἐκήρυττεν ὁ προφήτης) ἐν γαστρὶ ἕξει καὶ [τὸ] τέξεται υἱόν». 8. εἰ τοίνυν παρθένος, οὐκ ἐξ ἀνδρῶν ἡ οἰκονομία τῆς κυήσεως διὰ τὸ πρὸ τούτου τοῦ χρόνου εἰρῆσθαι τῷ Ἄχαζ «αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος»· ὁ δὲ ταπεινοφρονῶν «οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον τὸν θεόν μου» φησί, παραιτησάμενος τὸ αἰτήσασθαι σημεῖον. 9. εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελήσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῷ τῷ Λόγῳ οἰκονομήσας. 10. φησὶ γὰρ ὕστερον «καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ’ αὐτοῖς ἀγνοηθείς. ἀλλ’ οὐ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε «καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ἀλλὰ καλέσουσι.