• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

34.

1. Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἦλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς. εὐθὺς γὰρ Δαυὶδ περὶ αὐτοῦ λέγει καὶ Πέτρος τῷ Δαυὶδ συνῳδὰ· «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἵνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ συγκατατεθεῖσθαι, ἵνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ μυστήριον τετελειωκέναι. 2. ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν «ἐν νεκροῖς ἐλεύθερος»· τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημαντικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἕως Ἅιδου καταβεβηκέναι σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος «καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ», τουτέστιν ὑπὸ τοῦ Ἅιδου. 3. καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν» καί «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων» καί «ἡ ψυχή μου τετάρακται» φησί «καὶ τί εἴπω; (ὡς ἐπ’ ἀμφιβόλῳ λέγων «τί εἴπω;») πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτης· 4. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην», ἵνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε· τὸ δὲ «τετάρακται», ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ παρα<χαρα>χθῇ. 5. οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία, ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἰσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας τῶν ὑποχειρίων ἀφανίσει, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν, ὁ δὲ βασιλεὺς στραφεὶς αἰφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὑπεναντίον, 6. οὕτως καὶ ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον, ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος «ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο» ἐπιτιμήσας, «ὕπαγε ὀπίσω μου, σατανᾶ» εἰπών «ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». 7. ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ πίῃ; ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψεύστην αὐτὸν οὐκ ἠδύνατο εὔξασθαι παρελθεῖν τὸ ποτήριον· 8. ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας. 9. ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἑρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανάτου αὐτοῦ ὑπόθεσιν λέγων «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι». ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung