• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

35.

1. Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου». 2. τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν; τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὖν φασι; τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι. 3. εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὅτι «ἡ ψυχή μου τετάρακται» καί «<ἐξουσίαν ἔχω> τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν», οὐκ εἶχε, φασί, ψυχήν, ἀλλὰ τροπικώτερον εἴρηται. 4. καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, τῆς ἀληθείας αὐτοσυστάτου οὔσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἕκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκιανισταῖς εἴτουν Ἀρειανοῖς, οὐκ ἔνι ἀμφιβολία. 5. ἀλλά, φησίν· «ὁ Λόγος σὰρξ ἐγένετο», καὶ οὐκ εἶπεν «ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο». πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς», ἀπὸ δὲ τοῦ ἔπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ «ὁ Λόγος σὰρξ ἐγένετο» τὰ πάντα περιέχει. 6. κατὰ γὰρ τὸν αὐτὸν λόγον ἀνθυποφέρομεν αὐτοῖς καὶ αὐτοὶ λέγοντες· ἰδοὺ λέγει «ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν· ἐποίησεν αὐτῷ ἧπαρ ἢ πνεύμονα ἢ καρδίαν ἢ φλέβας ἢ νεῦρα ἢ τὰ ἄλλα ὅσαπέρ ἐστιν ἐν τῷ σώματι. παρὰ τοῦτο νοήσομεν ἕν τι εἶναι ὁλοσφύρητον τὸν ἄνθρωπον, διὰ τὸ μὴ λεπτομερῶς τὴν σύνθεσιν τοῦ παντὸς ζῴου τὴν γραφὴν λεπτολογῆσαι; οὐ πάντως. ὡς γοῦν ἀπὸ τοῦ ἑνὸς εἴδους τὰ ὅλα συμπεριείληφεν, οὕτω καὶ ἀπὸ τῆς σαρκὸς τὴν ψυχὴν εἰληφέναι τὸν σωτῆρα εὖ ἐστι δῆλον.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung