• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

38.

1. Ἐὰν δὲ πάλιν εἴπῃ «ποῦ τεθείκατε Λάζαρον;» ἀνθρωποπαθῶς <λέγων> καὶ περὶ τῆς αἱμοῤῥοούσης «τίς μου ἥψατο;» ἤ «τίνα ζητεῖτε;» ἤ «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ἤ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο» ἤ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ» ἤ «πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα», οὐχ ὁρᾷς ἀπ’ αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα; 2. ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑποκατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ ὄντα δὲ ἄγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἵνα πληρώσῃ τὸ εἰρημένον «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». 3. «ποῦ τεθείκατε τὸν Λάζαρον;» ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὁδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει; 4. οὔκουν, ἄλλ’ ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, ἐπεὶ οὔπω οὐδεὶς τελείως αὐτῷ ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν. 5. ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν «τεταρταῖός ἐστιν, ἤδη ὄζει» μηδὲ ἀπελθεῖν καὶ δεῖξαι, ἀλλ’ εἰπεῖν· πάντα οἶδας καὶ ἐὰν θέλῃς, ζήσεται. διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει. οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ’ ἐλέγχει πειράζων καὶ φιλανθρωπεύεται. 6. καί «τίς μου ἥψατο;» φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἥψατο, ἀλλ’ ἵνα μὴ εἴπῃ δι’ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ’ ὅπως ἐκείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· «ἡ πίστις σου σέσωκέ σε», ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι. 7. «τίνα με» φησί «λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει «Ἀδάμ, ποῦ εἶ;» ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων «ἐκ τοῦ ξύλου ἔφαγες». 8. καὶ τῷ Κάϊν «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ «ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με». οὐκ ἠγνόει τοίνυν ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ’ ὅπως δῷ αὐτῷ τόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité