40.
1. Καὶ μὴ θαυμάσῃς ἐὰν εἴπῃ ὅτι «δι’ ἐμοῦ εἰσέρχονται πρὸς τὸν πατέρα» καὶ ἠλλοιωμένον τῆς τοῦ πατρὸς οὐσίας ὑπολάβῃς. αὐτὸς γὰρ πάλιν διδάσκει «οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσῃ». ὡς γοῦν ὁ πατὴρ πέμπει πρὸς τὸν υἱόν, καὶ ὁ υἱὸς εἰσφέρει πρὸς τὸν πατέρα, ἵνα δείξῃ μίαν καὶ τὴν αὐτὴν εἶναι θεότητα. 2. τὸ δέ «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ», εἰ σοφία ἐστὶ τοῦ θεοῦ, οὐκ ἐνδέεται σοφίας. ἀλλ’ ἐπειδὴ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, οὐ τὸ πλήρωμα ἠλαττώθη· ἀλλ’ ἵνα δείξῃ ἀπ’ οὐρανοῦ μετακενωθέντα εἰς ἀνθρωπότητα τουτέστιν εἰς ἐργαστήριον Μαρίας.
- «μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι», φησίν· οὐκ εἶπεν ἐκχυθέν, ἀλλ’ ἐκκενωθὲν ἀπ’ οὐρανοῦ εἰς γῆν, ἵνα ἀπὸ γῆς εἰς Μαρίαν <ἐκκενωθῇ>.
καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυΐσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναούμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλὴμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων καὶ τὰ μέρη Τύρου καὶ Ναῒν καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν καὶ τὸ ὄρος τῶν ἐλαιῶν καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα εἰς τὸ πραιτώριον καὶ πρὸς Ἡρῴδην, εἰς τόπον Γολγοθᾶ εἰς τὸ μνῆμα καὶ ἕως τοῦ Ἅιδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν καὶ εἰς οὐρανούς. 4. μύρον γὰρ ἐκκενωθὲν ἀπὸ ἄγγους εἰς ἄγγος πάντα τὰ ἄγγη μυρίζει καὶ Χριστοῦ ἡ παρουσία ἀπ’ οὐρανοῦ ὅλην τὴν γῆν ἡγίασε, τοὺς αὐτὸν λαμβάνοντας ἐν ἀληθεία. 5. ὁ ὄρος [ὁ] ὤν, ὡς ἐν τῷ Δανιὴλ <λέγεται>, καὶ μέγα ὄρος, «λίθος <δὲ> τεμνόμενος ἄνευ χειρῶν» ἄνευ σπέρματος ἀνδρὸς ὑπαινιττόμενος, τὸ μεῖζον αὖθις μικρὸν εὑρισκόμενον· λίθος <δὲ> πάλιν ἀναλαμβάνων [τὸ] μέγεθος καὶ γινόμενος αὖθις ὄρος μέγα καὶ <δηλον>ότι [τὸ] ὄρος οὐκ <ὂν ἐν> ἑνὶ τόπῳ, ἀλλὰ πληρῶν ἅπασαν τὴν οἰκουμένην, 6. οὗτος ὁ σοφία ὢν καὶ γενόμενος ἄνθρωπος, ἐπεκτείνων ἑαυτοῦ τὴν δύναμιν τῷ κόσμῳ, ἵνα πληρώσῃ τὴν οἰκουμένην χάριτος, «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ». 7. ἐπεὶ σοφία ὢν τοῦ πατρὸς καὶ «διδάσκων ἀνθρώπους» λαλεῖν καὶ ἀνθρώποις διαρθρώσας γλῶσσαν καὶ «φυτεύσας τὸ οὖς» τοῖς ἀκούουσι, πῶς οὐκ ᾔδει καλεῖν πατέρα ἢ μητέρα; «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς; 8. ἀλλ’ ἐπειδή, γεννηθεὶς ἀπὸ κοιλίας εὐθὺς λαλῶν εἰ ἐδείκνυτο καὶ καθαρῶς οἷα δὴ ἀρτίπαις ἐφθέγγετο, φαντασία ἂν ἐνομίσθη καὶ οὐκ ἀληθὴς <ἀλλ’> ἢ μᾶλλον δόκησις ἡ ἔνσαρκος αὐτοῦ κύησις, διά τοι τοῦτο ὑπομένει τὸ ὀλίγον τῆς ἡλικίας. ἵνα μὴ ἀφανίσῃ τὸ ἀληθὲς τῆς ἀκολουθίας.