• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

42.

1. Ἀλλά, φασί, γέγραπται «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ πρῶτα μὲν ἀγνοοῦσιν οἱ κενόδοξοι τὸ ὄνομα τῆς βίβλου. ἡ γὰρ βίβλος παροιμίαι καλεῖται Σολομῶντος. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. 2. ἰδοὺ γὰρ ἐν παραβολαῖς ἐλάλησεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁρῶμεν τὰς παραβολὰς οὐχ οὕτως ἐχούσας πρὸς τὴν ὑπόθεσιν ἡμῶν. 3. «ὁμοία γάρ ἐστι» φησίν «ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως»· καὶ εἰ κατὰ τὸν ἡμέτερον νοῦν θελήσομεν διανοήσασθαι τὸ ἀπὸ μέρους, δῆλον ὅτι βασιλεία οὐρανῶν εὐρυχωρίας ἐστὶ τόπος. 4. εἰ ἄρα δεῖ λέγειν τόπον, ἐν ᾗπερ βασιλείᾳ ἐστὶ βασιλεὺς ὁ θεὸς καὶ πατὴρ καὶ ὁ θεὸς Λόγος καὶ υἱὸς τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἄγγελοί τε καὶ ἀρχάγγελοι, στρατιαὶ πνευματικαί, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντες δίκαιοι, ποῦ τοίνυν τὰ τοσαῦτα ἐν κόκκῳ σινάπεως χωρηθήσεται; τὸ δὲ τροπικὸν τοῦ λόγου αἰνιγματωδῶς λέγεται. ἄρα οὐ ταυτόν ἐστι τὸ παροιμιαζόμενον. 5. ἀλλὰ καὶ γυναικὶ ἐχούσῃ δέκα δραχμὰς καὶ ἀπολεσάσῃ μίαν καὶ λύχνον ἁψάσῃ καὶ εὑρούσῃ αὐτήν, ἀλλὰ καὶ σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, ἀλλὰ καὶ σπόρῳ σπειρομένῳ ἐπὶ τῆς γῆς. ταῦτα δὲ πάντα αἰνιγματωδῶς <λέγεται>, οὐ ταυτὸν δέ ἐστι τῇ δυνάμει. 6. καὶ οὐκ οἴδαμεν ὄντως τὸν παροιμιαστὴν Σολομῶντα, εἰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ εἴρηκε τοῦτον τὸν λόγον. 7. ἔστι γὰρ σοφία καὶ σοφία. οἶδεν οὖν ὁ ἀπόστολος λέγειν «οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ θεοῦ τὸν θεόν» καί «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου» καὶ πάλιν λέγει «οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν δυνάμει θεοῦ», καὶ οἶδε Σολομὼν καλεῖν σοφίαν λέγων «ἠράσθην τοῦ κάλλους αὐτῆς καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ», καὶ Ἰὼβ οἶδε σοφίαν καί φησιν «ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως;» καί «σοφία τοῦ πένητός ἐστιν ἐξουδενωμένη» καί «αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής» καί «σοφία πατρὸς ὁ μονογενής».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung