44.
1. Ἀλλὰ καὶ φύσει καὶ παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι «κύριος ἐκτήσατό με», ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει «ἀδωναὶ κανανί»· ὅπερ τοῦτο ἑρμηνεύεται ὅπερ εἰρήκαμεν. καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γεννωμένων «ἐκτήσατο τέκνα». 2. ἀλλ’ οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὕτω δύναται ἑρμηνεύεσθαι «κύριος ἐνόσσευσέ με». καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε». οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ «τοῦτον τὸν Ἰησοῦν» <τουτέστιν> τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην, τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον. 3. ἐν τούτῳ γὰρ καὶ τὸ † ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί» καὶ πάλιν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα», ὥς φησι Παῦλος. 4. καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῳ «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός», ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ <τῶν> κατωτέρω, αὐτὸν δὲ εἶναι φυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν. 5. συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων «εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός», «ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών». ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ’ οὐ ψιλόν. 6. τὸ γάρ «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ τοῖς ἑκατέροις μεσιτεύει, πρὸς τὸν πατέρα αὐτοῦ θεὸς ὢν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνθρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.