• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

50.

1. Λέγει δὲ αὐτὸν ὁ ἀπόστολος καὶ «υἱὸν ἀγάπης», «ὃς ἐῤῥύσατο ἡμᾶς» φησίν «ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ». 2. καὶ οἱ ληροῦντες ἐνταῦθα μὴ νοοῦντες τὴν λέξιν, κατὰ προκοπὴν ἀγάπης θεοῦ εἶναι τὸν υἱόν φασι. καὶ οὐκ ἴσασιν οἱ ἀμαθεῖς τὴν ἀντιπαράθεσιν τοῦ λόγου· ἐν ἄλλῳ γὰρ τόπῳ φησὶν ὁ ἀπόστολος ὅτι «θεὸς ἠγάπησεν ἡμᾶς ἐν Χριστῷ». 3. ἀληθῶς γὰρ υἱὸς ἀγαπητὸς ὁ μονογενής, ἐπειδὴ ἀγάπη ὁ πατήρ, ἀγάπη ὁ υἱός, ἐπειδὴ ἀγάπη ἐξ ἀγάπης ἐστίν. υἱὸς οὖν ἐστιν ἀγάπης δι’ ἡμᾶς καὶ δι’ ἑαυτόν, ὅτι ἐν αὐτῷ ἠγάπησεν ἡμᾶς καὶ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ παρέδωκεν ὑπὲρ ἡμῶν. οὔτε οὖν κάμνει ἐργαζόμενος οὔτε πάσχει γεννῶν. 4. καὶ μὴ μάτην ἐπισωρεύωσιν ἑαυτοῖς βλασφημίας. εἰ γὰρ κτιστός ἐστιν ὁ υἱός, οὐ προσκυνητὸς κατὰ τὸν ἐκείνων λόγον. μωρὸν γάρ ἐστι κτίσιν προσκυνεῖν καὶ ἀθετεῖν τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν». 5. οὐ κτιστὸς τοίνυν ὁ ἅγιος Λόγος, ὅτι προσκυνητός. προσεκύνησαν αὐτῷ οἱ μαθηταί, προσκυνοῦσιν αὐτῷ οἱ ἄγγελοι ἐν οὐρανῷ· <φησὶ γὰρ> «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ» καί «προσκυνήσω σε, κύριε ἡ ἰσχύς μου». 6. ἓν δὲ πρᾶγμά ἐστι ῥητὸν καὶ σύντομον καὶ ἀναντίθετον, ᾧ τις ἀντειπεῖν οὐ δύναται· εἰ ἔχουσι μαρτυρίαν οἱ ἐχθραίνοντες τῷ υἱῷ τοῦ θεοῦ δεῖξαι, ποῦ εἶπεν ὁ πατὴρ ὅτι ἔκτισά μοι υἱὸν ἐν παλαιᾷ καὶ ἐν καινῇ διαθήκῃ ἢ ποῦ εἶπεν ὁ υἱὸς ὅτι ἔκτισέ με ὁ πατήρ. τέσσαρα εἰσὶν εὐαγγέλια κεφαλαίων χιλίων ἑκατὸν ἑξήκοντα δύο καὶ ἀπ’ ἀρχῆς ἕως τέλους ἐλάλησεν ὁ υἱὸς καὶ πρὸς αὐτὸν ὁ πατὴρ καὶ οὐδαμοῦ εἶπεν· ἔκτισέ με ὁ πατήρ μου, οὐδὲ ὁ πατήρ· ἔκτισά μοι υἱὸν ἢ ἔκτισα τὸν υἱόν μου.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung