51.
1. Ἀλλά φησιν ὁ φιλόνεικος καὶ φιλόδοξος· τί οὖν λέγεις τὸ σῶμα; ἀπὸ Μαρίας δηλονότι ἀνειλημμένον. Μαρία δὲ τί; φησίν, ἄκτιστος ἢ κτιστή; κτιστὴ δηλονότι καὶ αὐτοὶ λέγομεν, γεννηθεῖσα ἐξ ἀνδρὸς καὶ γυναικός. τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖς τὸν σωτῆρα ἐν σώματι ἢ οὐ προσκυνεῖς; πῶς οὖν μὴ προσκυνήσω; ἐὰν γὰρ μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. ἰδοὺ οὖν, κτίσμα προσκυνεῖς τὸ σῶμα. 2. πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. καὶ γὰρ βασιλεὺς πορφύραν ἐνδεδυμένος ὑπὸ πάντων προσκυνεῖται ἆρα ἡ πορφύρα προσκυνεῖται ἢ ὁ βασιλεύς; εὔδηλον ὅτι ὁ βασιλεύς. συμπροσκυνεῖται δὲ αὐτῷ καὶ ἡ πορφύρα φορουμένη· ἐκδυσαμένου δὲ ταύτην τοῦ βασιλέως καὶ εἰς τόπον θεμένου οὐκέτι προσκυνεῖται ἡ πορφυρίς. 3. καθέζεται καὶ ἐν ναῷ πολλάκις βασιλεὺς ἐπὶ θρόνου ἰδίου καὶ οἱ προσκυνοῦντες προσκυνοῦσι τὸν βασιλέα ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ ἐν τῷ θρόνῳ, ἐξεγερθέντος δὲ τοῦ βασιλέως οὐδεὶς οὔτε τὸν ναὸν οὔτε τὸν θρόνον προσκυνεῖ. οὐδεὶς δὲ μεμηνὼς θέλων προσκυνῆσαι τὸν βασιλέα ἐν τῷ ναῷ αὐτοῦ <ὄντα> λέγει τῷ βασιλεῖ· ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω. 4. οὕτω γοῦν οὐδεὶς εἴπῃ τῷ μονογενεῖ· ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω, ἀλλὰ προσκυνεῖ σὺν τῷ σώματι τὸν μονογενῆ, <τὸν> ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ, ὃν ἔλαβεν ἐλθών. 5. καὶ οὐδεὶς λέγει τῷ βασιλεῖ· ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου, ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ. καὶ γοῦν καὶ ὁ Χριστὸς προσκυνεῖται σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ.