52.
1. Ἀλλά, φασί, τί οὖν λέγεις; θέλων ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ θέλων; ἐπειδὴ λέγει<ς>, ἦν ἀεὶ <ὁ> Λόγος καὶ οὐκ ἔνι χρόνος πρὸ τοῦ Λόγου; καίτοι γε καὶ αὐτῶν τῶν Ἀρειανῶν πρὸς ἀπάτην τινῶν ἀχρόνως τὸν υἱὸν τοῦ θεοῦ φασκόντων γεγεννῆσθαι, μὴ βουλομένων δὲ αὐτὸν ἀίδιον λέγειν, ἀλλὰ λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν· νομίζουσι δὲ τὸ ποτὲ μὴ εἶναι χρόνον. 2. ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικῶς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες <αὐ>τὸ μὴ λέγειν χρόνον εἰς ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος ἐν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες. 3. θέλων οὖν ἐγέννησεν ἢ μὴ θέλων; ἐὰν εἴπωμεν μὴ θέλων, ἀνάγκῃ περιβάλλομεν τὸ θεῖον, καὶ ἐὰν εἴπωμεν ὅτι θέλων, διδόαμεν ὅτι ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· κἄν τε ἄτομον καὶ ῥιπὴ <ὀφθαλμοῦ ἢ> πολλοστημόριον ὥρας εἴη, τὸ πολλοστημόριον χρόνου ἐστὶ σημαντικὸν πρὸ Λόγου καὶ πάλιν παρεμπίπτομεν τῷ λόγῳ αὐτῶν. καὶ ἐὰν εἴπωμεν ὅτι οὐ θέλων ἐγέννησεν, ἄρα ἀνάγκῃ φύσεως ἦκται τὸ θεῖον καὶ οὐκ ἐλευθεριότητι θελήματος. 4. οὐκ ἔστι δὲ τούτων οὐδὲν εἰς θεόν, ὡς ὑπολαμβάνεις, ὦ κενόδοξε. παρὰ θεῷ γὰρ ταῦτα οὐκ ἔστιν. οὔτε θέλων τοίνυν ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλ’ ὑπερβολῇ φύσεως. ὑπερβαίνει γὰρ ἡ θεία φύσις βουλὴν καὶ οὐχ ὑποπίπτει χρόνῳ οὔτε ἀνάγκῃ ἄγεται. 5. ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὅτι οὐκ ἦμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ’ ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ <οὔτε θέλων> οὔτε μὴ θέλων ἐγέννησε τὸν ἀιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ’ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.