• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

54.

1. Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ <μὴ> ὁρῶντες. διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαΐας «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον»· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ «τοῖς ὀφθαλμοῖς μου». εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ’ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον τῆς ἀκαταληψίας. 2. οὕτως καὶ περὶ παραδείσου πολλοὶ ἀλληγοροῦσιν, ὡς ὁ θεήλατος Ὠριγένης ἠθέλησε φαντασίαν μᾶλλον ἤπερ ἀλήθειαν τῷ βίῳ συνεισενέγκασθαι. καί φησιν· οὐκ ἔστι παράδεισος ἐπὶ τῆς γῆς· 3. δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ παρὰ τοῦ ἁγίου ἀποστόλου εἰρημένου ὅτι «οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ». ἀλλὰ μὴ παρα<να>γίνωσκε καὶ λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος <σημαίνει>· οὐ γὰρ εἰπὼν «ἕως τρίτου οὐρανοῦ» περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν. 4. καί φησιν «οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν». 5. δόξα τῷ παντοκράτορι θεῷ, τῷ κατὰ πάντα τρόπον διατρανοῦντι καὶ λεπτολογοῦντι, ἵνα οἱ ἀληθινοὶ μὴ σφάλλωνται. οὐ γὰρ ἐν μιᾷ συντομίᾳ τὸν οὐρανὸν καὶ τὸν παράδεισον συνῆψεν, ἀλλὰ «οἶδα ἄνθρωπον» φησίν «ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» καὶ πάλιν «ἁρπαγέντα εἰς τὸν παράδεισον». τὸ δὲ μετὰ τοῦ ἄρθρου ἑτέρου προσώπου ἐστὶ διαληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν. 6. ὡς εἴ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὄρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὅτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν τόπον, ὅπου δἂν ἐθέλοι <ἐπέκεινα> τοῦ ὄρους ἀπελθεῖν, δυνατὸν ἔσται αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ὄρους πάλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους γενέσθαι, καὶ οὕτως αὐτῷ δυνατόν. 7. οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, <ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι>, κατὰ τὸ εἰρημένον «κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ». καὶ ὁ σωτήρ φησι «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung