• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

55.

1. Εἰ δὲ οὐκ ἔστιν ἐπὶ γῆς ὁ παράδεισος καὶ οὐκ ἀληθινὰ τὰ ἐν Γενέσει γεγραμμένα, ἀλλὰ ἀλληγορεῖται, οὐδὲν ἀληθεύει τῆς ἀκολουθίας, ἀλλὰ πάντα ἀλληγοροῦνται. 2. «ἐν ἀρχῇ, γάρ φησι, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· καὶ οὐκ ἔστιν ἀλληγορούμενα, ἀλλ’ ὁρατά. καὶ στερέωμα, φησί, καὶ θάλασσαν, βλαστήματά τε καὶ ξύλα καὶ βοτάνας χόρτον ζῷα ἰχθύας ὄρνεα, πάντα τὰ ὁρώμενα ἐν ἀληθείᾳ γεγονότα, ἄνθρωπόν <τε> ἐν ἀληθείᾳ ὄντα ἐποίησεν. 3. ἔθηκε τοίνυν τοῦτον ὃν ἔπλασεν ἐν τῷ παραδείσῳ, κατ’ εἰκόνα ποιήσας τὸν αὐτὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ δέ. 4. μὴ περιεργάζου δὲ τὰ τοῦ θεοῦ δωρήματα τὰ κατὰ χάριν τῷ ἀνθρώπῳ δεδομένα. οὐκ ἀρνούμεθα γὰρ πάντας ἀνθρώπους εἶναι κατ’ εἰκόνα θεοῦ. 5. τὸ δὲ πῶς οὐ περιεργαζόμεθα τοῦ κατ’ εἰκόνα. οὔτε γὰρ τὸ πλάσμα νοοῦμεν κατ’ εἰκόνα οὔτε τὴν ψυχὴν οὔτε τὸν νοῦν οὔτε τὴν ἀρετήν. πολλὰ γάρ ἐστι τὰ κωλύοντά με οὕτως λέγειν. 6. ἀλλ’ οὔτε λέγομεν τὸ σῶμα μὴ εἶναι κατ’ εἰκόνα οὔτε τὴν ψυχήν. πιστῶν γὰρ τὸ ὁμολογεῖν τὴν γραφὴν καὶ μὴ ἀρνεῖσθαι, ἀπίστων δὲ τὸ «ἀθετεῖν τὴν χάριν». ἔστιν οὖν ἐν τῷ ἀνθρώπῳ τὸ κατ’ εἰκόνα, αὐτὸς δὲ οἶδεν ὁ θεὸς πῶς ἐστιν. 7. ἐὰν γὰρ εἴπῃς τὸν ἄνθρωπον ἐποίησε κατ’ εἰκόνα καὶ νομίσῃς εἶναι τὸ σῶμα, ὁ δὲ θεὸς ἀόρατος ἀκατάληπτος ἀπερινόητος, πῶς τὸ ὁρατὸν καὶ καταληπτὸν καὶ ὑπὸ ἁφὴν ἐμπῖπτον εἰκὼν ἔσται τοῦ ἀοράτου καὶ ἀκαταλήπτου; 8. καὶ ἐὰν εἴπῃς, οὐκ ἔστι τὸ σῶμα κατ’ εἰκόνα, «ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον». καὶ ἄνθρωπον καλεῖ τὸ χοϊκόν, καὶ ἄνθρωπον καλεῖ τὸ ψυχικόν· «ἐνεφύσησε» γάρ φησιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». 9. κτιστὴν δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα νοοῦμεν. πῶς κτιστήν; «ἐνεφύσησε» γάρ φησιν· καὶ οὔτε μέρος θεοῦ λέγομεν εἶναι τὴν ψυχὴν οὔτε ἀλλοτρίαν τοῦ ἐμφυσήματος. πῶς δὲ κατὰ λεπτὸν τοῦτο νοεῖται, θεῷ μόνῳ ἔγνωσται.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung