58.
1. Οὗτος τοίνυν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐτέθη καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου. ὁ δὲ παράδεισος, φησίν «ἐν Ἐδὲμ κατὰ ἀνατολάς»· «πηγὴ δὲ ἀνέβαινεν ἐξ Ἐδέμ», καὶ οὐκ εἶπε «κατέβαινεν», ἵνα μὴ νομίσωμεν ἐν οὐρανῷ εἶναι τὴν Ἐδέμ. εἰ γὰρ ἐν οὐρανῷ ἦν, ἄνωθεν ἂν εἶπε «κατέρχεται» πηγή. ἀλλὰ <καί> φησι «ποταμὸς ἐκπορεύεται ἐξ Ἐδέμ»· καὶ οὐκ εἶπε κατέρχεται. 2. οὗτος «ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών», καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ’ ὄψεσιν ἡμῶν. καὶ Φεισὼν μέν ἐστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν. «πᾶσαν γὰρ τὴν Εὐιλὰτ περικυκλοῖ», τὴν μικρὰν Αἰθιοπίαν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Εὐιλαίων, διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν καὶ πίπτει εἰς τὸν νότον καὶ δύνει ἔσωθεν Γαδείρων εἰς τὸν μέγαν Ὠκεανόν.
3. δεύτερος ποταμὸς «Γεών». καὶ αἰσθητὸν ὁρῶμεν τὸν ποταμὸν καὶ οὐκ ἀλληγορούμενον· οὗτος γὰρ ὁ κατὰ τὴν Αἰθιοπίαν κατερχόμενος καὶ διαπερῶν τὴν μικρὰν Αἰθιοπίαν, Ἀνουβῖτίν τε καὶ Βλεμμύαν καὶ Ἀξωμῖτιν καὶ ἐπικλύζων τὰ μέρη Θηβαΐδος καὶ Αἰγύπτου εἰς τὴν θάλασσαν ταύτην ἐκπίπτει. εἰ δέ τις ἀπιστεῖ, ἀκουέτω τοῦ Ἰερεμίου λέγοντος «ἵνα τί ὑμῖν καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεὼν τὸ τεθολωμένον»; 4. «τρίτος» φησί «ποταμὸς Τίγρης, ὁ πορευόμενος κατέναντι τῶν Ἀσσυρίων»· διατέμνει γὰρ τὰ μέρη τῆς Ἀνατολῆς καὶ δύνει ὑπὸ τὴν γῆν καὶ ἀνίσχει ἀπὸ τῆς Ἀρμενίας κατὰ μέσον Καρδυαίων καὶ Ἀρμενίων καὶ ἀναπηγάζει πάλιν καὶ διατέμνεται εἰς τὴν τῶν Ἀσσυρίων γῆν. 5. ἀλλὰ καὶ ὁ ποταμὸς ὁ τέταρτος Εὐφράτης, ὡσαύτως ὁμοίως τῷ αὐτῷ τρόπῳ δύνων ὑπὸ τὴν γῆν ἀνέρχεται ἀπὸ τῆς Ἀρμενίας καὶ οὕτως ἐπικλύζει τὴν Περσίδα. 6. εἰ τοίνυν οὐκ ἔνι παράδεισος αἰσθητός, οὐκ ἔνι πηγή· εἰ οὐκ ἔνι πηγή, οὐκ ἔνι ποταμός· εἰ οὐκ ἔνι ποταμός, οὐκ εἰσὶ τέσσαρες ἀρχαί· εἰ οὐκ ἔνι Φεισών, οὐκ ἔνι Γεών, οὐκ ἔνι Τίγρης· 7. εἰ οὐκ ἔνι Τίγρης, οὐκ ἔνι Εὐφράτης· εἰ οὐκ ἔνι Εὐφράτης, οὐκ ἔνι συκῆ, οὐκ ἔνι φύλλα, οὐκ ἔνι Ἀδάμ, οὐκ ἔνι <τὸ> φαγεῖν, οὐκ ἔνι Εὔα· εἰ οὐκ ἔνι Εὔα, οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου· 8. εἰ οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου, οὐκ ἔνι Ἀδάμ· εἰ οὐκ ἔνι Ἀδάμ, οὐκ εἰσὶν ἄνθρωποι, ἀλλὰ μῦθος λοιπὸν ἡ ἀλήθεια καὶ ἀλληγορεῖται τὰ πάντα. ἔστι τοίνυν Ἀδάμ· ἔσμεν γὰρ ἐξ αὐτοῦ, τὸ γένος αὐτοῦ ὄντες πάντες κατὰ διαδοχήν, καὶ ὁρῶμεν αὐτὸν διὰ τοῦ πλήθους ἐν τῇ διαδοχῇ.