• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

59.

1. Ἀδὰμ γὰρ γεννᾷ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ τὸν Σήθ. ἵνα <γὰρ> μή τις νομίσῃ τὸν πεπλασμένον ἄλλον καὶ τοὺς γεγεννημένους ἄλλους, διὰ τοῦτό φησιν ἡ γραφή «κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ». Σὴθ δὲ γεννᾷ τὸν Ἐνώς, Ἐνὼς τὸν Καϊνάν, Καϊνὰν τὸν Μαλελεήλ, Μαλελεὴλ τὸν Ἰάρετ καὶ Ἰάρετ τὸν Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ’ ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ «ὀκτὼ ψυχαὶ» ἀνθρώπων. 2. ψυχὰς πάλιν ἐὰν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα μὴ ἔχειν. ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλος καλεῖται. «κατέβη», γάρ φησιν ἡ γραφή, «Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἑβδομήκοντα πέντε», οὐχ ὅτι αἱ ψυχαὶ εἵποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· ὅλον <οὖν> τὸν ἄνθρωπον ψυχὰς κέκληκεν. καί «ἦμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαί», φησὶν ὁ Λουκᾶς, ὁ συγγραψάμενος τὰς πράξεις τῶν ἀποστόλων. 3. καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. δεσπότης ἐστί, φησίν, ἑκατὸν σωμάτων· ἀλλὰ καὶ ψυχὰς ἐχόντων. ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει ἀλλ’ οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχαῖς, ἵνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων. 4. ἐξῆλθε δὲ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφεθ. Σὴμ δὲ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ γεννᾷ τὸν Καϊνάν, Καϊνὰν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάμ, Ἀμιναδὰμ τὸν Ναασώμ, Ναασὼμ τὸν Σαλμών, Σαλμὼν τὸν Βοόζ, Βοὸζ τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ τὸν Ἰεσσαί, Ἰεσσαὶ τὸν Δαυὶδ τὸν βασιλέα, Δαυὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομῶν τὸν Ῥοβοάμ, Ῥοβοὰμ τὸν Ἀβιά, Ἀβιὰ τὸν Ἀσάφ, Ἀσὰφ τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ τὸν Ἰωράμ, Ἰωρὰμ τὸν Ὀχοζίαν, Ὀχοζίας τὸν Ἰωάς, Ἰωὰς τὸν Ἀμεσίαν, Ἀμεσίας τὸν Ὀζίαν, τὸν κληθέντα Ἀζαρίαν, Ὀζίας τὸν Ἰωάθαμ, Ἰωάθαμ τὸν Ἄχαζ, Ἄχαζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆ, Μανασσῆς τὸν Ἀμώς, Ἀμὼς τὸν Ἰωσίαν, Ἰωσίας τὸν Ἰεχονίαν, Ἰεχονίας πάλιν τὸν Σαλαθιήλ, Σαλαθιὴλ τὸν Ζοροβάβελ, Ζοροβάβελ τὸν Ἀβιούδ, Ἀβιοὺδ τὸν Ἐλιακείμ, Ἐλιακεὶμ τὸν Ἀσώρ, Ἀσὼρ τὸν Σαδώκ, Σαδὼκ τὸν Ἀχείμ, Ἀχεὶμ τὸν Ἐλιούδ, Ἐλιοὺδ τὸν Ἐλεάζαρ, Ἐλεάζαρ τὸν Ματθίαν, Ματθίας τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰωσήφ.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité