• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

61.

1. Ἡμεῖς τοίνυν ἀπὸ τοῦ προειρημένου Ἀδὰμ πάντες κατὰ ἀκολουθίαν· καὶ οὐκ ἀπώλετο ἡ τάξις οὐδὲ τὰ ὑπὸ θεοῦ γινόμενα ἀλληγοροῦνται. 2. ἔστι τοίνυν Ἀδὰμ καὶ ἔστι φύλλα συκῆς καὶ συκῆ καὶ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ καὶ ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ ὄφις καὶ παρακοὴ καὶ ὑπακοὴ καὶ εἰσὶ ποταμοὶ καὶ ἔστιν Εὔα καὶ τὸ πλάσμα· 3. «πάντα γὰρ δυνατὰ τῷ θεῷ» καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι ἐν ἀφθαρσίᾳ διατελεῖν. 4. καὶ μὴ θαυμαζέτω τις· τοῦτο γὰρ ἦλθε καὶ ἔδειξε λαβὼν σάρκα φθαρτὴν καὶ ἐνδυσάμενος ἐν τῇ θεότητι καὶ ἀποδείξας ἄφθαρτον. «τίς γὰρ ἐγκαλέσει» θεῷ;

5. ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. ἐξέβαλεν αὐτούς, φησίν, ἔξω τοῦ παραδείσου καὶ ἔθετο τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ ᾤκησαν ἀπέναντι τοῦ παραδείσου. 6. μηδεὶς μύθοις ἀπατάσθω κενοῖς. «δύναται γὰρ ὁ θεὸς ἐκ τῶν λίθων ἐγεῖραι τέκνα» καὶ δύναται ὁ θεὸς καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ δύναται ἐπὶ γῆς ποιῆσαι ἀνάπαυσιν παραδείσου, ὅτε ἠθέλησεν. 7. οὐ γὰρ ἡ γῆ ἄλλου θεοῦ καὶ ὁ οὐρανὸς ἄλλου, ἀλλὰ πάντα τοῦ αὐτοῦ ἐστι καὶ ὡς θέλει χαρίζεται ἑκάστῳ τὴν ἀφθαρσίαν. 8. καὶ γὰρ καὶ τὸ σῶμα τοῦ Ἀδὰμ οἴδαμεν ἐκ τῆς γῆς πεπλασμένον, ἐξ ἧσπερ καὶ ἡμῶν τὰ σώματα, καὶ ἐλπίδα ἔχομεν ζωῆς αἰωνίου καὶ ἀφθάρτου κληρονομίας. καὶ γὰρ τοῦ σωτῆρος τὸ σῶμα ἀπὸ Μαρίας ἦν καὶ συνήνωται πνευματικῶς τῇ τοῦ Λόγου ἐν οὐρανῷ ἀφθαρσίᾳ. 9. ταῦτα δὲ πάντα συνηγάγομεν καὶ ἐνταῦθα παρεθέμεθα μηδὲν παραῤῥῖψαι τῶν γεγραμμένων θέλοντες, ἀλλὰ μᾶλλον ἁπλότητι φέρεσθαι πιστοί τε εὑρίσκεσθαι πρὸς τὸν θεόν, ἐν οἷς ἐν ἀληθείᾳ ἔγραψεν ἡμῖν καὶ ἐδωρήσατο τὴν τῆς ἀληθείας ὁδὸν εἰς ἡμῶν σωτηρίαν· συγχωρεῖν <δὲ> αὐτῷ μόνῳ πρέπον ἐστὶν εἰδέναι τὰ ἀκατάληπτα.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung