• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

63.

1. «Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω.» οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν· οὐ παραστήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἡμέρᾳ κρίσεως. 2. θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ δεσπότην. ἀναγνώτωσαν Ὠριγένους τὰ περὶ ἀρχῶν οἱ τοιοῦτοι καὶ μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς ἐκκλησίας τῆς καθολικῆς καὶ μὴ τὸν υἱὸν ἀπὸ τῆς τοῦ πατρὸς θεότητος χωρίζειν τολμάτωσαν· 3. πῶς οὐ κατηξίωσεν Ὠριγένης εἰπεῖν κἂν ὅτι ὁρᾷ τὸν πατέρα ὁ υἱός, ἀλλά φησιν· «ὡς οὐ δύναται ἰδεῖν τὸν πατέρα ὁ υἱός, καὶ τὸ ἅγιον πνεῦμα οὐ δύναται ἰδεῖν τὸν υἱόν» καὶ πάλιν «οἱ ἄγγελοι οὐ δύνανται ἰδεῖν τὸ ἅγιον πνεῦμα καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν τοὺς ἀγγέλους». 4. καὶ ἐφαντασίασεν ἑαυτὸν μᾶλλον καὶ οὓς ἠπάτησεν, ἀλλ’ οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ πνευματικῇ διδασκαλίᾳ. 5. παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε οἱ τοῦ Ὠριγένους μαθηταί· ἀληθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προφῆται ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος· 6. παυσάσθωσαν οἱ Γνωστικοί, κατάγνωστοι δὲ ὄντες τὸν τρόπον, καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ οἱ κατὰ πάντα πεπλανημένοι καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι καὶ Πνευματῖται, οἱ καὶ Πνευματομάχοι, καὶ Διμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκβάλλοντες. 7. πάντα γὰρ ἀληθεύει ἡ θεία γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι <ἀληθεύειν> τὸν θεὸν πιστεύειν <τε> αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις καὶ <γνῶναι> τὰ ὑπὸ τοῦ θεοῦ κεχαρισμένα καὶ δεδομένα καὶ ἐσόμενα καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. πᾶσα γὰρ αἵρεσις ψεύδεται μὴ λαβοῦσα πνεῦμα ἅγιον κατὰ τὴν παράδοσιν τῶν πατέρων ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité