74.
1. Καὶ περὶ μὲν τριάδος καὶ ὁμοουσιότητος θεοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οἱ ἀσθενεῖς ἡμεῖς καὶ ἰδιῶται μηδὲν σοφιζόμενοι μηδὲ «τῇ τῶν ἀνθρώπων κυβείᾳ» ἑαυτοὺς ἀν<α>τιθέντες, ἐκ θείων γραφῶν μᾶλλον μαρτυρίας συναγαγόντες τοῖς βουλομένοις εἰς εὕρεσιν πιστῶν καὶ ἀντίῤῥησιν κακοπίστων καὶ κενοδόξων ἀπὸ μέρους συνηγάγομεν. πολλὴ γὰρ ἡ τῆς πίστεως ἐν πνεύματι ἁγίῳ δύναμις, ἐν ἁπάσαις θείαις γραφαῖς διαφόρως κεκηρυγμένη<ς>. 2. ἐπειδὴ δὲ τῆς ἡμῶν σωτηρίας ἀσφάλειά ἐστιν ἡ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐνσάρκου παρουσίας ἀσφαλὴς ὁμολογία τε καὶ βεβαίωσις ἐλπίδος καὶ περὶ ἀναστάσεως νεκρῶν καὶ τῆς ἡμετέρας παλιγγενεσίας, αὖθις ὀλίγον αὐτοὶ ἐπὶ τούτῳ τῷ ἡμετέρῳ καμάτῳ προσθέντες τοῖς βουλομένοις ἀκριβέστερον ἐντυγχάνειν ἐκ τῶν αὐτῶν θείων γραφῶν ἐπιμένομεν συναγαγόντες τε καὶ τῷ λόγῳ προστιθέντες. 3. ἐπειδὴ γάρ, ὡς ἐδιδάχθημεν ἤδη ἐν τοῖς προγεγραμμένοις, αὐτὸς ὁ κύριος ἡμῶν ἐν τῷ εὐαγγελίῳ αὐτοῦ φήσας τοῖς ἑαυτοῦ μαθηταῖς «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν τὰς ἐντολὰς ἃς ἐνετειλάμην ὑμῖν» αὐτὸς ὁ ἅγιος Λόγος ὁ ἐνυπόστατος, ὁ ἐκ πατρὸς προελθών, δι’ οὗ αἰῶνες γεγόνασι δι’ οὗ χρόνοι καὶ καιροί. 4. οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ υἱοῦ. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ υἱοῦ, καὶ πῶς «δι’ αὐτοῦ πάντα ἐγένοντο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν»; ὅτι εἴ τι γέγονε, δι’ αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὤν· ὅτι ὁ πατὴρ ἀεὶ ἦν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ἦν. 5. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν <ἄλλος> δι’ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος ἦν καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὑπολήψει τρέψει τὸν ἡμέτερον λογισμὸν ἢ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ † περὶ σωφροσύνης. 6. οὐκ ἦν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄγγελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἦν χρόνος ποτὲ ὅτε οὐκ ἦν ὁ υἱός, οὐδὲ ἦν ποτε ὅτε οὐκ ἦν πνεῦμα.