• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

77.

1. Τί οὖν ἔδοξέ τισι τοῦτον ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου παρεκβαλεῖν; τί δὲ ὠφέλησαν τὸν βίον εἰς ἀκαταστασίαν μᾶλλον τρέψαντες; ἢ τί τοῦτο ἔβλαψεν ἡμᾶς ἢ ὠφέλησεν ἵν’ οὕτως εἴπω, ὅπως βοηθήσωσι τῷ Χριστῷ; ἦ ἵνα χάριν αὐτῷ ποιήσωσι μεγάλην ταύτην καὶ εἴπωσιν <περὶ> αὐτοῦ <ὅτι> οὐκ ἔλαβε νοῦν; 2. «Γαλάται μὲν γὰρ ἀνόητοι» καὶ «Κρῆτες ἀεὶ ψεῦσται» καὶ «Ἐφραῒμ περιστερὰ ἄνους»· ὁ δὲ κύριος ἡμῶν ἐνανθρωπήσας εἰς τὸν βίον τὰ πάντα τελείως ἀνείληφε, μᾶλλον δὲ ἔλαβεν αὐτὸς τοῦ ἑαυτοῦ σώματος γεγονὼς πλάστης, αὐτὸς ἑαυτῷ λαβὼν τὴν ψυχὴν ἤτοι ἐνθείς.

3. Τινὲς δὲ βουλόμενοι ἐλλιπῆ ποιεῖν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ τελείαν ἐν αὐτῷ οἰκονομίαν, οὐκ οἶδα τί διανοούμενοι οὐκ ὀρθῶς εἶπον νοῦν τὸν Χριστὸν μὴ εἰληφέναι. 4. οὐχὶ δὲ διὰ τὸν νοῦν φαίνονται. ὑπόστασιν γὰρ οὗτοι τὸν νοῦν νομίζουσιν εἶναι καὶ φύσει τολμῶσι λέγειν <αὐτὸν εἶναι> τὸ εἰωθὸς ἐν τῇ γραφῇ λέγεσθαι ἐν τῷ ἀνθρώπῳ πνεῦμα, ὡς λέγει ὁ ἀπόστολος, «ἵνα ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». 5. σφάλλονται οὖν· εἰ γάρ ἐστι νοῦς τὸ πνεῦμα καὶ τὸ πνεῦμα νοῦς, ὡς καὶ αὐτοὶ νομίζουσι, ψυχὴ δὲ ἄλλη <ὑπόστασις> παρὰ τὸν νοῦν καὶ παρὰ τὸ πνεῦμα, οὐκέτι δύο ὑποστάσεις ἐν τῷ ἀνθρώπῳ ἐν μιᾷ συναγόμεναι ὑποστάσει, οὐκέτι ἐνυπόστατος μόνη ψυχὴ καὶ ἐνυπόστατον τὸ σῶμα, ἀλλ’ εὑρήκαμεν λοιπὸν τέσσαρα· νοῦν μίαν ὑπόστασιν, ψυχὴν ἄλλην ὑπόστασιν, πνεῦμα ἄλλην ὑπόστασιν, σῶμα ἄλλην ὑπόστασιν. 6. καὶ ἐὰν πάλιν ἐρευνήσωμεν, ἔτι πλέον ἔσται· ἐπειδὴ γὰρ πολλὰ ὀνόματα κέκτηται ὁ ἄνθρωπος, καὶ «ὁ ἔσω ἄνθρωπος» καὶ «ὁ ἔξω ἄνθρωπος», καὶ ταῦτα πάντα ἡ γραφὴ εἴρηκε νοηματικῶς, περισφίγγουσα ἡμῶν τὴν διάνοιαν, ἵνα μηδὲν καταλείψωμεν τῆς σωτηρίας μηδὲ πρόφασις ἡμῖν γένηται τοῦ ἐκβῆναι τοῦ προκειμένου. ἔστι γὰρ ταῦτα ἐν τῷ ἀνθρώπῳ· οὐ χρὴ δὲ καὶ πολυπραγμονεῖν. 7. ὅμως δὲ κατὰ τὸν ἐκείνων λόγον, εἰ ὁ νοῦς ἐστι τὸ πνεῦμα καὶ τὸ πνεῦμα ὁ νοῦς, ταῦτα δὲ ἐκτὸς τῆς ψυχῆς ὑπάρχει, πάλιν τίνι <τῷ> λόγῳ λέγει «ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ»; διὰ τούτου γὰρ ἀπέδειξε μὴ τὸ πνεῦμα εἶναι τὸν νοῦν μηδὲ τὸν νοῦν τὸ πνεῦμα.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung