78.
1. Εἶτα πάλιν «ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται» οὐκ ἐκτὸς τοῦ σώματος ἀπεφήνατο· <ἤ> «ἦσαν γάρ», φησίν, «ἐν τῷ πλοίῳ ὡς ἑβδομήκοντα ψυχαί», καὶ οὐ πάντως ψυχαὶ ἦσαν ἄνευ σώματος, ἀλλὰ σώματα σὺν ψυχαῖς· καὶ πάλιν εἴωθεν ἡ συνήθεια καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος, ὅτι δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων, οὐ πάντως ἄνευ ψυχῶν. 2. ὁ Λόγος τοίνυν σὰρξ γενόμενος οὐκ ἐκτὸς ψυχῆς <ἐτύγχανεν, ὡς καὶ> οὐκ ἐκτὸς πάσης πραγματείας. οὐ γὰρ ὅτε λέγει ψυχή<ν>, ἄνευ σώματος ἀπεφήνατο οὐδὲ ὅτε λέγομεν σώματα, ἄνευ ψυχῆς ὄντα διανοούμεθα. 3. τί οὖν ἔδοξε τοῖς βουλομένοις λέγειν τὸν νοῦν παρεκβεβλῆσθαι; ἢ τί τοῦτο τὴν ἐκκλησίαν ὠφέλησεν; ἢ τί μᾶλλον οὐκ ἐτάραξε; πῶς δὲ οὐκ ἐλλιπῆ ποιεῖται τὴν ἡμῶν σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος; 4. ἡμεῖς γὰρ οὐδὲν δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα λέγειν καθ’ ἑαυτόν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκάστῳ τῶν <οὐ> πεπλανημένων οἷον εἰπεῖν νόημα τοῦ ἀνθρώπου· ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὕτως νοῦς ἐν ψυχῇ. πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμέν, ἀλλ’ ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων.
5. τί οὖν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἕτερον. τί τοίνυν ἦλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα οὖν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν. 6. ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελογεῖτο; 7. σαφῶς γὰρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω <ἐπ’ αὐτὸν> τὸ πνεῦμά μου» καὶ τὰ ἑξῆς. ἆρα γοῦν τὸ συνιέναι ποῦ πεπλήρωται; εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο. 8. εἰ γὰρ ὅλως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ <ὁ> ἄνωθεν θεὸς Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, <ὃς> καὶ ἐνανθρωπήσας «ἡμῖν συνανεστράφη» κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι. 9. διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον «προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ»· οὐχ ἡ θεότης ἡλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία ὅλη. σοφίᾳ δὲ προέκοπτεν ἡ τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ <ἄλλως> οὐδὲ σοφίσασθαι ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.