• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

81.

1. Οὗτος οὖν ὁ μονογενής, ὁ τέλειος ὁ ἄκτιστος ὁ ἄτρεπτος ὁ ἀναλλοίωτος ὁ ἀπερινόητος ὁ ἀόρατος, <ὁ> ἐνανθρωπήσας ἐν ἡμῖν καὶ ἀναστὰς πνευματικῶς καὶ «μηκέτι ἀποθνῄσκων», μηκέτι πτωχεύων ὁ «δι’ ἡμᾶς πτωχεύσας πλούσιος ὤν», ὁ πνεῦμα ὢν ὅλος, ὁ τὸ σαρκικὸν καὶ τὸ θεϊκὸν ἑνῶν, κύριος εἷς βασιλεὺς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, ἐν οὐρανῷ καθεσθεὶς ἐν δεξιᾷ τοῦ πατρὸς «ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου», φησὶν ἐν τῷ εὐαγγελίῳ «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». 2. τοῦτο δὲ καὶ ἀνὰ μέσον † ὂν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ <οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἅγιον τῷ πατρὶ καὶ τῷ υἱῷ>, ἀλλὰ πατέρα οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ «πνεῦμα ἀληθείας», ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον· 3. οὐχ ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν («ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ὁ θεός»). 4. καὶ λέγει ὁ αἱρετικός· δηλονότι πιστεύω ὅτι ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα καὶ ὁμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἑτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν θεότητα, οὐχ ἑτέραν θεότητα παρὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὸ οὕτως ἀκριβοῦν <μίαν> οὐσίαν καλοῦμεν, ἵνα μὴ ἄλλο καὶ ἄλλο εἶδος εἴπωμεν τῆς θεότητος τῆς τριάδος. 5. κρυπταζόμενος γὰρ ὁ τοιοῦτος ὡς εἶπον ῥᾳδιούργως πάλιν καὶ δολίως λέγει· πιστεύω ὅτι πατὴρ πατήρ, υἱὸς υἱός, πνεῦμα ἅγιον πνεῦμα ἅγιον· ὑπόνοιαν δὲ ἔχει τοιαύτην κεκρυμμένην, ὡς ἀφ’ ἡμῶν τὸ θεῖον ἀπεικάσας, λέγων ἐν ἑαυτῷ, ὅτι ὡς ἔχω σῶμα καὶ ψυχὴν καὶ πνεῦμα ἀνθρώπειον, οὕτω καὶ ἡ θεότης. 6. πατὴρ μὲν ὡς εἰπεῖν τὸ εἶδος, υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή, πνεῦμα δὲ ὥσπερ τὸ ἐμπνέον διὰ τοῦ ἀνθρώπου. 7. τινὲς γὰρ δολιεύονται καὶ οὕτως νομίζουσι τὴν θεότητα. ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ’ ἰδοὺ ὁ πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ, ἰδοὺ ὁ υἱὸς ἐν Ἰορδάνῃ, ἰδοὺ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο· ἀλλὰ καθ’ ἑαυτὸ ἐσχηματίζετο, καθ’ ἑαυτὸ ὑπόστασις ὄν, οὐκ ἀλλοία παρὰ τὴν τοῦ πατρὸς καὶ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ὑπόστασις ἐξ ὑποστάσεως τῆς αὐτῆς πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. 8. <καὶ> πάλιν ἑτέρως· ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε ἀνθρωπίνως, ἀλλ’ ἀνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ’ «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός». 9. καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν «ἀπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἅγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται». εἰ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἂν ἔλεγεν «ἀπέρχομαι κἀκεῖνος ἔρχεται», ἀλλ’ ἵνα δείξῃ. ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἷς θεὸς μία ἀλήθεια.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung