86.
1. Ἀλλὰ καὶ οἱ ἐκ τῶν αἱρέσεων ὁρμώμενοι ἀδελφὰ τούτοις ᾄδουσι καὶ συνῳδὰ τῆς ἀπιστίας ἐν τῷ τινὰς μὲν τῶν αἱρετικῶν, τῶν Μανιχαίων <φημί>, λέγειν οὐ σώματος, ἀλλὰ ψυχῆς ἀνάστασιν ἔσεσθαι, ὡσαύτως δὲ καὶ τοὺς προειρημένους Ἕλληνας τὸ αὐτὸ νομίζειν τε καὶ συνδοξάζειν, ὡς εἶναι τὸν λόγον αὐτῶν ληρώδη μᾶλλον ἤπερ ἐκ συνέσεως προβαλλόμενον. 2. ἐὰν γὰρ ἀνάστασιν εἴπωσιν αἱ αἱρέσεις καὶ ὅλως ἀνάστασιν ἡγοῦνται, περὶ ψυχῶν δὲ τοῦτο ὁρίζωνται, εὔηθές ἐστι τὸ τοιοῦτον. πῶς γὰρ ψυχὴ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα; οὐ γὰρ θάπτομεν τὰς ψυχὰς ἐν τοῖς μνημείοις, ἀλλὰ τὰ σώματα. 3. ψυχαὶ γὰρ οὐ πίπτουσιν, ἀλλ’ αἱ σάρκες· ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα. τοίνυν εἰ ἀνάστασις παρ’ αὐτοῖς ὁμολογεῖται, παντί τῳ δῆλόν ἐστιν <ὅτι> οὐ ψυχῆς, ἀλλὰ σώματος τοῦ πεπτωκότος. 4. Ἕλληνες δὲ πάλιν ἐλέγχονται <οἱ> τὸ πᾶν τῆς ἀναστάσεως ἀρνούμενοι. ἀποφέροντες <γὰρ> εἰς τὰ μνήματα βρώματά τε καὶ πόματα ἐν ταῖς πανδήμοις καλουμέναις ἡμέραις ὁλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες. 5. πλὴν ἀναγκάζονται ἀπὸ τῆς συνηθείας ὁμολογεῖν τὴν τῶν νεκρῶν ἀνάστασιν. ἔνθα γὰρ ἐτέθη τὰ σώματα τῶν τελευτησάντων παραγίνονται καὶ προσφωνοῦσι τοῖς τεθαμμένοις νεκροῖς ἐξ ὀνόματος· ἀνάστα, φάσκοντες, ὁ δεῖνα, φάγε καὶ πίε καὶ εὐφράνθητι. 6. καὶ εἰ μὲν τὰς ψυχὰς ἐκεῖσε νομίζουσιν ἐμπαραμένειν, ἔνθα τὰ λείψανα τῶν τελευτησάντων τέθαπται, ἀγαθή τις τοιαύτη <περὶ> τῶν ψυχῶν προσδοκία· ἐμπαραμένουσι γὰρ τὴν ἡμέραν τὴν μέλλουσαν καὶ τὴν ἀνάστασιν τῆς παλιγγενεσίας, ἕως τὰ σύνθετα καὶ σύζυγα αὐτῶν ἀπολάβωσι σώματα, εἰ καὶ βδελύττονται οἱ τῶν Ἑλλήνων παῖδες τὴν σάρκα ὡς φαύλην οὖσαν καὶ τέλεον ἀφανιζομένην καὶ ἐλπίδα μὴ ἔχουσαν ἀναβιώσεως. 7. εἰ δὲ μὴ τούτῳ τῷ τρόπῳ τοῦτο ποιοῦσι, τίνι τῷ λόγῳ τὰς βελτίους ψυχὰς τῆς τῶν σωμάτων οὐσίας <μνήμασιν> ἐγκαταδέοντες καταδίκῃ μᾶλλον περιβάλλουσι τῇ ὑπολήψει, ὁριζόμενοι αὐτὰς προσεδρεύειν τοῖς τετελευτηκόσι λειψάνοις; ἢ ἐπὶ ποίᾳ προσδοκίᾳ ἐλπίδος παραγίνονται, λεγέτωσαν; 8. ἀλλὰ δῆλον ὅτι οὐ τὰς ψυχὰς νομίζουσιν εἶναι ἐν μνήμασιν, ἀλλ’ ἐν ταμιείοις τισὶν ἐκ θεοῦ ἑκάστῃ ψυχῇ ἀποτεταγμένοις, κατ’ ἀξίαν ὧν ἐν βίῳ ἔδρασάν τε καὶ ἐπολιτεύσαντο· τὰ δὲ σώματα ἰδίαις χερσὶν ἕκαστος τοῦ πέλας ἐν ταῖς θήκαις τῶν σωμάτων εἴτουν ὀστέων κατέθεντο. εὔηθες δ’ ἂν εἴη παρὰ πᾶσιν εἶναι τὴν μίαν ὑπόληψιν τούτων καὶ ἀκολουθίαν ὡς ἐκ πανταχόθεν ὡμολόγηται, παρὰ δὲ τοῖς ἀπίστοις τοὐναντίον τὰ ἀληθινὰ ἐξαρνεῖσθαι καὶ τὰ ἐν θεῷ δυνατὰ εἰς ἐλπίδας παρ’ αὐτοῖς μὴ κεκρατύνθαι.