• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

92.

1. Ἐὰν δέ τις σοφιζόμενος εἴπῃ· ἀλλὰ τὸ τοῦ σωτῆρος ἡμῶν σῶμα ἐξαίρετον ἦν διὰ τὸ μόνον συνειλῆφθαι ἀπὸ Μαρίας καὶ χωρὶς σπέρματος ἀνδρός, ἆρα γοῦν καὶ τὸ τοῦ Ἀδὰμ ἄλλο ἦν παρὰ τὸ ἡμῶν, ὅτι ἀπὸ γῆς μόνον ἐλήφθη χωρὶς σπέρματος ἀνδρός; ἀλλ’ οὐδεὶς ἔχει τοῦτο εἰπεῖν οὐδὲ ἀποδεῖξαι. 2. ἐὰν δέ τις πάλιν σοφιζόμενος εἴπῃ· τὸ τοῦ Χριστοῦ μόνον ὅλον ἀνέστη, τὸ δὲ ἡμῶν οὐκ αὐτὸ ἐγείρεται, ἀλλ’ ἀντ’ αὐτοῦ ἕτερον, πῶς οὖν λέγει «ἀνέστη Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων;» ἕν ἐστι καὶ αὐτὸ τὸ σῶμα ἀπαρχὴ τῶν ἐγειρομένων. 3. πῶς δὲ ἀπαρχὴ γέγονε Χριστὸς τῶν κεκοιμημένων, μαθέτωσαν καὶ μὴ πάλιν εἰς ἄλλην πλάνην τραπῶσι καὶ νομίσωσι τὰς ἄλλας γραφὰς ψεύδεσθαι. 4. πρὸ αὐτοῦ γὰρ ἤγειρε τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναῒν καὶ Ἠλίας ἤγειρε νεκρόν, ἀλλὰ καὶ Ἐλισσαῖος δύο ἤγειρε νεκρούς, ἕνα μὲν ἔτι περιόντα ἕνα δὲ ταφέντα. 5. ἀλλ’ ἐκεῖνοι μὲν ἀναστάντες πάλιν τεθνήκασι, προσδοκῶσι δὲ τὴν μίαν καὶ καθολικὴν ἀνάστασιν· ὁ δὲ Χριστὸς «ἀπαρχὴ τῶν κεκοιμημένων», ὅτι ἀναστὰς «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον. 6. ἅπαξ γὰρ ἀπέθανεν, ὑπὲρ ἡμῶν ὑπομείνας τὸ πάθος διὰ τὰ ἡμέτερα πάθη· ἅπαξ ἐγεύσατο θανάτου, «θανάτου δὲ σταυρικοῦ», ἑκὼν δι’ ἡμᾶς ὁ Λόγος ἐλθὼν εἰς θάνατον, ἵνα θανάτῳ θάνατον θανατώσῃ· 7. ὁ Λόγος σὰρξ γενόμενος, οὐ πάσχων ἐν τῇ θεότητι, συμπάσχων δὲ μετὰ τῆς ἀνθρωπότητος <ἐν ἀπαθείᾳ>, πάθος αὐτῷ λογιζόμενον αὐτοῦ [δὲ] μένοντος <ἐν ἀπαθείᾳ· θάνατος αὐτῷ λογιζόμενος αὐτοῦ μένοντος> ἐν ἀθανασίᾳ, μᾶλλον δὲ ὅλος ὢν ἀθανασία. 8. αὐτὸς γὰρ εἶπεν «ἐγώ εἰμι ἡ ζωή». οὔτε διὰ σαρκὸς ἡμῖν ἡ ἐλπίς. «ἐπικατάρατος, γάρ φησιν, ὁ ἐλπίζων ἐπ’ ἄνθρωπον. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung