λδʹ.
Περὶ τῆς πρεσβείας.
Τότε τοὺς ἄλλους ἅπαντας ὡς δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι. Ὁ δὲ οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφοράν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρμησε. Γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν. Οὕτω πέφυκεν ἀρετὴ καται δεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους.