μʹ.
Περὶ Θεοδότου τοῦ ἐπισκόπου Ἀντιοχείας.
Ἰννοκέντιον δὲ ἐκεῖνον τὸν ἄριστον τῆς Ῥώμης ἐπίσκοπον Βονιφάτιος διεδέξατο, Ζώσιμος δὲ Βονιφάτιον, τὸν δὲ Ζώσιμον Κελεστῖνος. Ἐν Ἱεροσολύμοις δὲ μετὰ τὸν θαυμάσιον Ἰωάννην Πραΰλιος τὴν τῆς ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ ὄντι φερώνυμος. Ἐν Ἀντιοχείᾳ δὲ μετὰ τὸν θεῖον Ἀλέξανδρον Θεόδοτος, τῆς σωφροσύνης ὁ μαργαρίτης, τὴν τῆς ἐκκλησίας προεδρίαν παρέλαβε, πραότητι μὲν διαπρέπων, ἀκριβείᾳ δὲ βίου κοσμούμενος. Οὗτος τὴν Ἀπολιναρίου φατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ· πολλοὶ δὲ τούτων διέμειναν τὴν προτέραν λώβην ἐπίση μον ἔχοντες.