Übersetzung
ausblenden
Le livre de la hierarchie celeste
Edition
ausblenden
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
1.
Ἄγε δὴ καὶ τοῦτο κατὰ δύναμιν ἐπισκοπήσωμεν ὅτου ἕνεκα πρὸς ἕνα τῶν θεολόγων ὁ σεραφὶμ ἀποστέλλεσθαι λέγεται. Καὶ γὰρ ἀπορήσειέ τις ὅτι μὴ τῶν ὑφειμένων τις ἀγγέλων, ἀλλ' αὐτὸς ὁ ταῖς πρεσβυτάταις οὐσίαις ἐνάριθμος ἀποκαθαίρει τὸν ὑποφήτην.