1.
Συνῆκται τοίνυν ἡμῖν ὡς ἡ μὲν πρεσβυτάτη τῶν περὶ Θεὸν νοῶν διακόσμησις ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἱεραρχουμένη τῷ ἐπ' αὐτὴν ἀμέσως ἀνατείνεσθαι κρυφιωτέρᾳ καὶ φανοτέρᾳ τῆς θεαρχίας φωτοδοσίᾳ καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται, κρυφιωτέρᾳ μὲν ὡς νοητοτέρᾳ καὶ μᾶλλον ἁπλωτικῇ καὶ ἑνοποιῷ φανοτέρᾳ δὲ ὡς πρωτοδότῳ καὶ πρωτοφανεῖ καὶ ὁλικωτέρᾳ καὶ μᾶλλον εἰς αὐτὴν ὡς διειδῆ κεχυμένῃ, πρὸς ταύτης δὲ πάλιν ἀναλόγως ἡ δευτέρα καὶ πρὸς τῆς δευτέρας ἡ τρίτη καὶ πρὸς τῆς τρίτης ἡ καθ' ἡμᾶς ἱεραρχία κατὰ τὸν αὐτὸν τῆς εὐκόσμου ταξιαρχίας θεσμὸν ἐν ἁρμονίᾳ θείᾳ καὶ ἀναλογίᾳ πρὸς τὴν ἁπάσης εὐκοσμίας ὑπεράρχιον ἀρχὴν καὶ περάτωσιν ἱεραρχικῶς ἀνάγεται.
