2.
Ἀρκτέον δὲ τοῦ λόγου καὶ ζητητέον ἐν πρώτῃ τῶν τύπων ἀνακαθάρσει δι' ἣν αἰτίαν ἡ θεολογία σχεδὸν παρὰ πάσας εὑρίσκεται τιμῶσα τὴν ἐμπυριον ἱερογραφίαν. Εὑρήσεις γοῦν αὐτὴν οὐ μόνον τροχοὺς πυρώδεις διαπλάττουσαν, ἀλλὰ καὶ ζῷα πεπυρωμένα καὶ ἄνδρας ὡς πῦρ ἐξαστράπτοντας καὶ περὶ αὐτὰς τὰς οὐρανίας οὐσίας σωροὺς ἀνθράκων πυρὸς περιτιθεῖσαν καὶ ποταμοὺς ἀσχέτῳ ῥοίζῳ πυριφλεγέθοντας. Ἀλλὰ καὶ τοὺς θρόνους φησὶ πυρίους εἶναι καὶ αὐτοὺς δὲ τοὺς ὑπερτάτους σεραφὶμ ἐμπρηστὰς ὄντας ἐκ τῆς ἐπωνυμίας ἐμφαίνει καὶ τὴν πυρὸς ἰδιότητα καὶ ἐνέργειαν αὐτοῖς ἀπονέμει καὶ ὅλως ἄνω καὶ κάτω τὴν ἐμπύριον τιμᾷ ἐκκρίτως τυποπλαστίαν.
Τὸ μὲν οὖν πυρῶδες ἐμφαίνειν οἴομαι τὸ τῶν οὐρανίων νοῶν θεοειδέστατον. Οἱ γὰρ ἱεροὶ θεολόγοι τὴν ὑπερούσιον καὶ ἀμόρφωτον οὐσίαν ἐν πυρὶ πολλαχῇ διαγράφουσιν ὡς ἔχοντι πολλὰς τῆς θεαρχικῆς, εἰ θέμις εἰπεῖν, ἰδιότητος ὡς ἐν ὁρατοῖς εἰκόνας. Τὸ γὰρ αἰσθητὸν πῦρ ἔστι μὲν, ὡς εἰπεῖν, ἐν πᾶσι καὶ διὰ πάντων ἀμιγῶς φοιτᾷ καὶ ἐξῄρηται πάντων καὶ παμφαὲς ὂν ἅμα καὶ ὡς κρύφιον, ἄγνωστον αὐτὸ καθ' αὑτὸ μὴ προκειμένης ὕλης εἰς ἣν ἀναφαίνοι τὴν οἰκείαν ἐνέργειαν, ἄσχετόν τε καὶ ἀθεώρητον, αὐτοκρατητικὸν ἁπάντων καὶ τὰ ἐν οἷς ἂν ἐγγένηται πρὸς τὴν οἰκείαν ἐνέργειαν ἀλλοιωτικόν, μεταδοτικὸν ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν πλησιάζουσιν, ἀνοινεωτικὸν τῇ ζωπύρῳ θερμότητι, φωτιστικὸν ταῖς ἀπερικαλύπτοις ἐλλάμψεσιν, ἀκράτητον, ἀμιγές, διακριτικόν, ἀναλλοίωτον, ἀνωφόρον, ὀξύπορον, ὑψηλὸν οὐδεμιᾶς ἀνεχόμενον ὑποπεζίας ὑφέσεως, ἀεικίνητον, ταὐτοκίνητον, κινητικὸν ἑτέρων, περιληπτικόν, ἀπερίληπτον, ἀπροσδεὲς ἑτέρου, λανθανόντως αὐξητικὸν ἑαυτοῦ καὶ πρὸς τὰς ὑποδεχομένας ὕλας ἐκφαῖνον τὴν ἑαυτοῦ μεγαλειότητα, δραστήριον, δυνατόν, ἅπασι παρὸν ἀοράτως, ἀμελούμενον οὐκ εἶναι δοκοῦν, τῆ τρίψει δὲ καθάπερ τινὶ ζητήσει συμφυῶς καὶ οἰκείως ἐξαίφνης ἀναφαινόμενον καὶ αὖθις ἀκαταλήπτως ἀφιπτάμενον, ἀμείωτον ἐν πάσαις ταῖς πανολβίαις ἑαυτοῦ μεταδόσεσι. Καὶ πολλὰς ἄν τις εὕροι τοῦ πυρὸς ἰδιότητας οἰκείας ὡς ἐν αἰσθητοῖς εἰκόνας θεαρχικῆς ἐνεργείας. Τοῦτο γοῦν εἰδότες οἱ θεόσοφοι τὰς οὐρανίας οὐσίας ἐκ πυρὸς διαπλάττουσιν, ἐμφαίνοντες αὐτῶν τὸ θεοειδὲς καὶ ὡς ἐφικτὸν θεομίμητον.