III, 3.
S. 34 [Πῶς εἴρητaι· Εἰ ἐπιστεύετε Μωβεῖ, ἐπιστεύετε ἂν ἐμοί;] Ἔτι δὲ πολλῆς μοι γέμον τῆς ἀβελτηρίας φαίνεται τὸ λεχθέν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν εμοί · περὶ [5] γὰρ ἐμοῦ ἐκείνος ἔλεγεν. ὅμως δὲ Μωσέως οὐδὲν ἀποσώζεται· συγγράμματα γὰρ πάντα συνεμπεπρῆοθαι τῷ ναῷ λέγεται· ὅσα δ᾿ἐπ᾿ ὀνόματι Μωσέως ἐγράφη μετὰ ταῦτα μετὰ χίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα ἔτη τῆς Μωσέως τελευτῆς ὑπὸ Ἔσδρα καὶ τῶν ἀμφ᾿ αὐτὸν συνεγράφη. Εἰ δὲ καὶ Μωσέως δοίη τις [10] ἐναι τὸ γράμμα, οὐ δυνατὸν δειχθῆναι ὡς θεόν που λελέχθαι ἢ θεὸν λόγον τὸν Χριστὸν ἢ δημιουργόν, ὅλως Χριστὸν σταυροῦσθαι τίς εἴρηκεν;1
-
4 f Joh. 5, 46 (pro ἔλεγεν fere omnes ἔγραψεν, Theodoret. ἐλάλησεν, Macarius in Solutione ἔγραψεν)
5 ἔλεγεν: ab eadem prima manu ἔγραψεν in marg.; ἔγραψεv. Ἔλεγεν· Blondel — ὅπως τε Cod, ὅμως δὲ Blondel
6 ff IV Esra 14, 21—25
11 θεὸν λόγον : fortasse scribendum ἢ λόγον θεοῦ ἢ θεὸν λόγον, cf. Macarius p. 74 in Solutione — ὅλως δὲ vult Blondel
14 f Matth. 8, 23 ff ↩