• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Makarios Magnes Kritik des Neuen Testaments

III, 5.

[Τίς ὁ λόγος, Εὐκοπώτερον, φάσκων, κάμηλον διὰ ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ;] Ἄλλην δὲ τούτων ἀσαφεστέραν λέξιν ἐξετάσωμεν, ἔνθα [10] φησίν· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ ῥαφίοος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. εἴ γε οὖν τις πλούσιος τῶν ἐν τῷ βίῳ πλημμελημάτων ἀφέμενος, φόνου, κλοπῆς, μοιχείας, φαρμακείας, ἀνοσίου ὅρκου, τυμβωρυχίας, ἱεροσύλου κακίας εἰς τὴν λεγομένην βασιλείαν οὐρανῶν οὐκ [15] εἰσάγεται, τί τοῦ δικαιοπραγεῖν τοῖς δικαίοις ὄφελος, εἰ τυγχάνουσι πλούσιοι; τί δὲ τοῖς πένησι βλαβερὸν πράττειν τῶν κακῶν πᾶν ἀνοσιούργημα; οὐ γὰρ ἀρετὴ τὸν ἄνθρωπον εἰς οὐρανοὺς ἀνάγει, ἀλλὰ πενία καὶ πραγμάτων ἔνδεια. εἰ γὰρ τὸν πλούσιον ὁ πλοῦτος ἀποκλείει τῶν οὐρανῶν. ἐξ ἀντιφάσεως [20] ἡ πενία τοὺς πέηητας εἰσάγει· καὶ θέμις τοῦτο μαθόντα τινὰ τὸ μάθημα ἀρετῆς μὲν οὐδαμῶς ποιεῖσθαι λόγον, πενίας δὲ μόνης καὶ τῶν αἰσχίστων ἀκωλύτως ἔχεσθαι, ἅτε πενίας οἵας τε σώζειν τὸν πενόμενον καὶ πλούτου τὸν πλούσιον ἀποκλείοντος τῆς ἀκηράτου μονῆς, ὅθεν δοκεῖ μοι ταῦτα μὲν [25] τοῦ Χριστοῦ μὴ τνγχάνειν τὰ ῥήματα, εἴγε τὸν τῆς ἀληθείας παρεδίδου κανόνα, ἀλλὰ πενήτων τινῶν τὰς τῶν πλουτούντων οὐσίας ἐκ τοιαύτης κενοφωνίας ἀφαιρεσθαι θελόντων. ἀμέλει γοῦν χθές, οὐ πάλαι, γυναιξὶν εὐσχήμοσι ταῦτ᾿ ἐπαναγινώσκοντες· Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις [30] θησαυρὸν ἐν οὐράνοῖς, ἔπεισαν πᾶσαν οὐσίαν,ἣν εἴχον, καὶ1 S. 42 ὕπαρξιν διανεῖμαι πένησι, καὶ αὐτὰς είς ἔνδειαν ἐλθούσας έρανίζεσθαι, ἐξ ἐλευθερίας, εἰς ἄσεμνον ἀπαίτησιν ἐλθούσας ἐλεεινὸν ἐξ εὐδαιμονίας ἐπελθούσας πρόσωπον καὶ τέλος ἀναγκασθείσας ἐπὶ τὰς ἐχόντων οἰκίας ἀπιέναι· ὅπερ ἐστὶ τῆς πρώτης, μᾶλλον [5] δ᾿ ἐσχάτης ὕβρεως τε καὶ συμφορᾶς, τῶν οἰκείων ἐκπεσεῖν εὐσεβείας προσχήματι καὶ τῶν ἀλλοτρίων ἐρᾶν ἀνάγκη τῆς ἐνδείας. ἐξ ὧν δοκεῖ μοι ταῦτα γυναικὸς εἶναι καμνούσης τὰ ῥήματα.


  1. 7 f. 10 f Matth. 19, 24 (noster om. τρυπήματος ante ῥαφίδος, offert in V. 7 διελθεῖν cum pluribus et antiquissimis testibus et in v. 8 τοῦ θεοῦ pro οὐρανῶν cum אBCD, Mark., Luk.)

    9 f In marg. a rec. manu: εἰκαία ἡ τοῦ ἕλληνος ἔνστασις· ὃς γὰρ ἂν μίαν ἀρετὴν ὡς δεῖ ποιῇ, οὗτος οὐδὲ τὰς λοιπὰς δύναται μὴ κατορθοῦν· κλιμακηδὸν γὰρ ἀλληλ δεται aἱ ἀρεταί· καὶ ἐναλλάξ

    19 f ἀντιφάαεως: in IV, 10 ἀντίφρασις, non muto

    29 f Matth 19,21 (οὐρανοῖς cum BCDT, cett. οὐρανῷ) ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Kritik des Neuen Testaments
Übersetzungen dieses Werks
Die Quästionen des griechischen Philosophen vergleichen
Kommentare zu diesem Werk
Kommentar zur Kritik des Neuen Testaments

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung