III, 7.
[5] [Τις ὁ λόγος· Τοὺς πτωχοὺς πάντοτε ἕχετε, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε;] Αὐτίκα γοῦν ἕτερον λεξίδιον εὑρόντες ἀνακόλουθον ὑπὸ τοῦ Χριοτοῦ τοῖς μαθηταῖς εἰρημένον οὐδ᾿ ἐκεῖνο σιγῆσαι διέγνωμεν, ὅπον λέγει· Τοὺς πτωχοὺς πάντοτε, ἐμὲ δὲ οὐ [10] πάντοτε ἔχετε. ἡ δὲ αἰτία τῆς ὑποθέσεώς ἐστιν αὕτη· γυνή τις ἀλάβαστρον μύρου κομίσασα κατέχεε κατὰ τῆς κεφαλῆς αὐτοῦ τῶν δὲ θεασαμένων καὶ τοῦ γενομένου τὴν ἀκαιρίαν θρυλόυντων είπε· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον καλὸν εἰργάσατο εἰς ἐμέ· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ [15] δὲ οὐ πάντοτε ἔχετε. ἦσαν γὰρ οὐ μικρῶς γογγύσαντες, ἐπεὶ μηδὲ μᾶλλον ἐπράθη πολλῆς τιμῆς τὸ μύρον καὶ τοῖς πτωχοῖς ἐδόθη πεινῶσιν εἰς ἀνάλωμα. διὰ ταύτην ὥσπερ τὴν ἀκαιροφωνίαν τὸ φλυαρῶδες τοῦτο ῥῆμα διεφθέγξατο, φὰς μὴ πάντοτε εἶναι μετ᾿ αὐτῶν, ὁ διαβεβαιούμενος ἀλλαχοῦ καὶ λέγων αὐτοῖς· [20] Ἔσομαι μεθ· ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος. ὡς δ᾿ ἐπὶ τῷ μύρῳ λυπηθεὶς εἶναι πάντοτε μετ᾿ αὐτῶν ἠρνήσατο. [ταῦθ’ ὁ τῆς ‘Ελληνικῆς δεινότητος ἔξαρχος κατὰ τῶν θείων τοῦ Χριστοῦ παιδευμάτων φθεγξάμενος, ὡς μηδενὸς ἀντιλέγοντος, ὀλίγον ἡσύχααεν].1
-
7 ἀκόλουθον in textu, ἀνα . . in marg.
7 ff Matth. 26, 6—13; Mark. 14, 3-9; Joh. 12, 1-8
18 ff Matth. 26,10. 11 (γὰρ post ἔργον om. cum אca,a c ff1 g1.2 am fu for ing etc. — τοὺς πτωχοὺς ante πάντοτε γὰρ cum EFHMΓ al plus60, cf. Joh. 12, 8)
20 Matth. 28, 20 (sed ἔσομαι sine teste, εἰμί cett.) ↩