III, 15.
[25] [‘Ο δὲ ὑπομειδιάσας καὶ καταστεϊζόμενος[!] ἡμῶν, ἀπεκρίνατο φάς· ὡς οἱ θρας´τεροι τῶν ἀγωνιστῶν μέχρι τῆς ἀγωνίας νικᾶν ἐπαγγελλόμενοι πολλοὺς ἐν τῷ σταδίῳ τρέχειν ἐρεθίζουσι, τὸν αὐτὸν δοκεῖς μοι καὶ σὺ 1 S. 46 τρόπον ἀνειληφὼς ἑτέραν ὡς ἐκ βαλβῖδός σοι θέλειν πεῦσιν προσάγεσθαι. λέγ᾿ οὖν ἡμῖν, ὦ τᾶν, ἐντεύθεν ἀρξάμενος] : Πολυθρύλητον ἐκεῖνο τὸ ῥῆμα τοῦ διδασκάλου ἐστίν, ὃ λέγει· Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ [5] αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. τοῦτο γὰρ οὐ θηριῶδες ὄντως οὐδ᾿ ἄτοπον, ἀλλ᾿ ἀτοπήματος παντὸς ἀτοπώτερον καὶ παντὸς θηριώδους τρόπου θηριωδέστερον, ἄνθρωπον ἀνθρωπίνων σαρκῶν ἀπογεύεσθαι καὶ πίνειν ὁμοφύλων αἷμα καὶ ὁμογενῶν καὶ τοῦτο πράττοντα ζωὴν ἔχειν αἰώνιον! ποίαν [10] γὰρ , εἰπέ μοι, τοῦτο ποιοῦντες ὑπερβολὴν ὠμότητος εἰς τὸν βίον εἰσάξετε; ποίαν τούτου το μύσους ἐναγεστέραν κακίαν ἄλλην καινοτομήσετε; οὐ φέρουσιν ἀκοαί—οὐ λέγω τὴν πρᾶξιν, ἀλλ᾿ οὐδὲ τὸ λεγόμενον νεώτερον τοῦτο καὶ ξένον ἀνοσιούργημα, οὐδὲ τῶν Ἐριννύων aἱ φαντασίαι ποτὲ τοῖς ἐκτόπως [15] ζῶσι τοῦτο κατεμήνυσαν, οὐδὲ Ποτιδαιᾶται, εἰ μὴ λιμὸς ἀπάνθρωπος αὐτοὺς κατελέπτυνε, τοῦτο κατεδέξαντο· Θυέστειόν ποτε δεῖπνον ἐξ ἀδελφικῆς λύπης τοιοῦτο ἐγένετο· Τηρεὺς ὁ Θρᾶξ ἄκων τοιούτων ἐνεφορίσθη σιτίων· Ἄρπαγος ὑπ᾿Ἀστυάγους ἀπατηθεὶς τὰς τοῦ φιλτάτου σάρκας ἐθοινήσατο· καὶ [20] πάντες οὗτοι ἀκουσίως τοιαύτην ὑπέμενον βδελυρίαν. οὐ μήν τις ἐν εἰρήνη ζῶν τοιαύτην ἤρτυσεν ἐν τῇ ζωῇ τράπεζαν· οὐδεὶς παρὰ διδασκάλου τοιοῦτο μυσαρὸν ἐδιδάχθη μάθημα. κἂν Σκυθίαν ταῖς ἱστορίαις παρέλθῃς, κἂν τοὺς Μακροβίους διέλθῃς Αἰθίοπας, κἂν τὴν ὠκεάνιον ζώνην ἐν κύκλῳ διιππεύσῃς. [25] Φθειροφάγους μέν καὶ Ῥιζοφάγους εἱρήσεις, ἑρπετοσίτας καὶ μυοτρώκτας ἀκούσεις, σαρκῶν δ᾿ ἀνθρωπείων πάμπαν ἀπεχομένους. τίς οὖν ὁ λόγος οὗτος; κἂν γὰρ ἀλληγορικῶς ἔχῃ τι μυστικώτερον καὶ λυσιτελέστερον, ἀλ᾿ ἡ ὀσμὴ τῆς λέξεως διὰ τῆς ἀκοῆς εἴσω που παρελθοῦσα αὐτὴν ἐκάκωσε τὴν ψυχήν, [30] τῇ ἀηδίᾳ ταράξασα, καὶ τῶν ἀποκρύφων τὸν λόγον ἐσίνωσεν ὅλον παρασκευάσας σκοτοδινιάσαι τῇ συμφορᾷ τὸν ἄνθρωπον.2 S. 48 οὐδὲ τῶν ἀλόγων ἡ φύσις, κἂν ἀπαραίτητον ἴδῃ λιμὸν καὶ ἀφόρητον, ὑπομείνη τοῦτό ποτε: οὐδὲ κύων κυνὸς οὐδὲ ἄλλο τι τῶν ὁμογενῶν γεύσεταί ποτε σαρκῶν, ἄλλοι πολλοὶ τῶν διδασκόντων καινοτομοῦσι ξένα· τούτου δὲ καινότερον οὐδεὶς [5] τῶν διδασκόντων ἐξεῦρε τραγῴδημα, οὐχ ἱστοριογράφος, οὐ φιλόσοφος ἀνήρ, οὐ βαρβάρων, οὐχ Ἑλλήνων τῶν ἄνω. βλέπετε γοῦν τί παθόντες σνμπείθεσθαι τοὺς εὐχερεῖς ἄλλόγως προτρέπεσθε, βλέπετε ποῖον οὐ μόνον ταῖς ἀγροικίαις, ἀλλὰ καὶ ταῖς πόλεσιν ἐπικεκώμακε κακόν! ὅθεν δοκεῖ μοι μήτε Μάρκον μήτε [10] Λουκᾶν μήτ᾿ αὐτὸν τοῦτο γεγραφηκέναι Ματθαῖον, ἅτε δοκιμάσαντας οὐκ ἀστεῖον τὸ ῥῆμα, ἀλλὰ ξένον καὶ ἀπᾷδον καὶ τῆς ἡμέρου ζωῆς μακρὰν ἀπῳκισμένον. καὶ τοῦτο μὲν οὐδ’ αὐτὸς ἀναγνοὺς ἀσμενίσειας ἂν οὐδέ τις ἄλλος ἐλευθερίᾳ παιδεύσει συναυξηθείς.3
-
25 καταστεϊζόμενος Cod, Blondel; quid scriptor voluerit, nescio ↩
-
1 θέλεις τὴν Cod, corr. Blondel
3 τὸ in marg. pr. manus, om. Blondel
4 f Joh. 6, 53 (cett. pro μου habent τοῦ υἱοῦ τοῦ ἀνθρώπου exc. Fa Epiph Naass.)
11 εἰσάξατε Cod — μίσους Cod
16 Θυέστειόν in marg. add. pr. manus
18 ἐνεφορίσθη Cod, ἐνεφορήθη Blondel; non muto
20 ἐθοινίσατο Cod
26 μυοτρώκτονς pr. lectio
28 μυστηκώτερον Cod
31 παρασκευσας Cod ↩
-
2 ἀφόρυτον Cod
7 συμπίθεσθε Cod
8 f ἐπεκωμάκει Cod, ἐπικωμάζει Blondel
12 f οὐδ᾿ αὐτὸς ἀναγ. ἀσμενίσειας πολλοῦ δέ τις ἄλλο ἐλευθερίᾳ Cod, οὐδ᾿ ἂν αὐτὸς ἀναγ. ἀσμ. Πολλοῦ δὲ δεῖ τις ἄλλος ἐλευθερίῳ Blondel (in cod. ante ἐλευθερίᾳ verba καὶ τοῦτο scripta, sed punctis deleta sunt) ↩