III, 16
[15] Σκέψαι δὲ κἀκεῖνο λεπτῶς τὸ κεφάλαιον, ἔνθα φησί· Τοῖς δὲ πιστεύσασιν ἐπακολουθήσει σημεῖα τοιάδε· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι καὶ καλῶς ἕξουσι· κἂν θανάσιμό φάρμακον πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει. ἐχρῆν γοῦν τοὺς ἐκκρίτοὺς τῆς ἱερωςύνης καὶ μάλιστα τοὺς [20] ἀντιποιονμένους τῆς ἐπισκοπῆς ἤτοι προεδρίας τούτῳ χρήσασθαι τῷ τῆς κρίσεως τρόπῳ καὶ προκεῖσθαι τὸ θανάσιμον φάρμακον, ἵνα ὁ μὴ βλαβεὶς ἐκ τῆς φαρμακοποσίας τῶν ἄλλων προκριθείη· εἰ δ' οὐ θαρροῦσι τοιοῦτον παραδέξασθαι τρόπον, ὁμολογεῖν αὐτούς, ὡς οὐ πιστεύουσι τοῖς ὑπὸ Ἰησοῦ ῥηθεῖσιν. εἰ γὰρ [25] τῆς πίστεως ἴδιον νικῆσαι φαρμάκου κακίαν καὶ νοσοῦντος1 S. 50 ἀλγηδόνα καταβαλεῖν, ὁ πιστεύων καὶ μὴ ποιῶν ταῦτα ἢ γνησίως οὐ πεπίστευκεν ἢ πιστεσων γνηοίως οὐ δυνατὸν ἀλλ᾿ἀσθενὲς ἔχει τὸ πιστευόμενον.
-
16 ff Mark. 16, 17 f (σημεῖα δὲ τ. πιστ.ταῦτα παρακολ. cett. — ἑπακολουθήσει solus noster — φάρμακον solus noster add., θανάσιμόν τι cett. — βλάψῃ cett. exceptis multis minusc. — ἐπὶ ἀρρώστους post κἂν θανάσιμον ponunt cett.)
17 χεῖρας in marg, a rec. manu
22 φαρμακωποσίας Cod
24 ῥηθεῖσιν add. Blondel ↩