• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Makarios Magnes Kritik des Neuen Testaments

III, 22.

Οὕτος ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν μαθητῶν, διδαχθεὶς [10] ὑπὸ τοῦ θεοῦ θανάτου καταφρονεῖν, συλληφθεὶς ὑπὸ Ἡρώδου καὶ φυγών, αἴτιος κολάσεως τοῖς τηροῦσιν ἐγένετο. φυγόντος γὰρ αὐτοῦ νυκτός, ἡμέρας γενομένης θόρυβος ἦν έν τοῖς στρατιώταις πῶς ἐξῆλθεν ὁ Πέτρος· ἐπιζητήσας δὲ αὐτὸν ό Ἡρώδης καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν [15] ἀπαχθῆναι, τουτέστιν ἀποτμηθῆναι. θαυμάσαι τοίνυν ἐστὶ πῶς ὁ Ἰησοῦς τοιούτῳ ὄντι τῷ Πέτρῳ τὰ κλειδία δέδωκε τῶν οὐρανῶν, πῶς ἐν τοιύτῳ τεταραγμένῳ θορύβῳ καὶ τηλικούτοις πράγμασι καταπεπονημένῳ ἔλεγε· Βόσκε τὰ ἀρνία μου, εἴ γε τὰ μὲν πρόβατά εἰσιν οἱ πιστοὶ εἰς τὸ τῆς τελειώσεως [20] προβάντες μυστήριον, τὰ δ᾿ ἀρνία τῶν ἔτι κατηχουμένων ὑπάρχει τὸ ἄθροισμα, ἁπαλῷ τέως τρεφόμενον διδασκαλίας γάλακτι. ὅμως ἱστορεῖται μηδ᾿ ὀλίγους μῆνας βοσκήσας τὰ προβάτια ὁ Πέτρος ἐσταυρῶσθαι, εἰρηκότος τοῦ Ἰησοῦ τὰς ᾅδου πύλας μὴ κατισχύσειν αὐτοῦ. κατέγνω καὶ Παῦλος [25]Πέτρου λέγων· Πρὸ τοῦ γὰρ ἐλθεῖν ἀπὸ Ἰακώβου τινὰς μετὰ τῶν ἐθνῶν συνήσθτεν· ὅτε δὲ ἦθov, ἀφώριζεν ἑαυτὸν φοβούμενος τοὺς ἐκ περιτομῆς· καὶ συνεκρίθησαν αὐτῷ πολλοὶ Ἰoυdaῖoι. Πολλὴ δὲ κἀν τούτῳ καὶ μεγάλη1 S. 58 κατάγνωσις, ἄνδρα τοῦ θείου στόματος ὑποφήτην γενόμενον ἐν ὐποκρίσει ζῆν καὶ πρὸς ἀνθρώπων ἀρέσκειαν πολιτεύεσθαι, ἔτι δὲ καὶ γυναῖκα περιάγεσθαι, Παύλου καὶ τοῦτο λέγοντος· Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴνν γυναῖκα περιάγεσθαι, [5] ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ Πέτρος; εἶτα ἐπιλέγει· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι. εἰ γοῦν ἐν τοσούτοις ἱστόρηται ἐγκεκυλῖσθαι κακοῖς, πῶς οὐ φρικτέον ὑποτοπῆσαι κλεῖδας οὐρανοῦ κατέχειν καὶ λύειν καὶ δεσμεῖν αὐτὸν μυρίοις ἐσφιγμένον ὧσπερ ἀτοπήμασιν;2


  1. 10 ff Act. 12,8—11.18.19 (γενομένης ἡμέρας cett. — τάραχος pro θόρυβος cett., idemque addunt οὐκ ὀλίγος exc. cod. D, 76, Lucifer — τί ἄρα ὁ Πέτρος ἐγένετο cett.)

    17 f τεταραγμένον, καταπεπονημένον Cod

    18 in ext. marg. ab hodierna manu: ὅρα ἕλληνος μαρτυρίαν περὶ τῆς βοσκῆς τῶν προβάτων τοῦ πέτρου, καὶ μὴ, ὦ ἰταλέ, τοὺς ἀποστόλους πρόβατα νόμιζε, ἀλλὰ ποιμένας

    18 f Joh. 21,1δ

    22 ἱστορεται, ubi?

    23f Matth. 16,18 (αὐτοῦ [non αὐτῆς] cum Tatiano)

    25ff Gal. 2,12 f (τινας ἀπὸ Ἰάκωβου cett. — ὑστέστελλεν καὶ ἀφώριζεν cett. — συνεκρίθηααν d e g Victorin — καὶ οἱ λοιποὶ Ἰουδαῖοι cett.

    26 συνσήθιεν Cod

    27 συνεκρίθησαν in textu, συνυπεκ. in ext. marg. a sec. manu

    28 πολλοί Cod ↩

  2. 4f I Kor. 9, 5 (περιάγεσθαι cum solo Clement. Alex., περιάγειν cett. — καὶ oἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς cett.)

    5f II Kor. 11, 13

    7 ἱστόρηται in ext. marg. add. a sec. manu Πέτρος

    9 μυρίοις: quinque postr. literae in marg. add. sec. manu — exspectas ὥσπερ ἐσιιγμένον, non muto, cf. III, 34  ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Kritik des Neuen Testaments
Translations of this Work
Die Quästionen des griechischen Philosophen Compare
Commentaries for this Work
Kommentar zur Kritik des Neuen Testaments

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy