• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Makarios Magnes Kritik des Neuen Testaments

III, 31.

[15] Ὁ δ᾿αὐτὸς οὕτος ἡμῖν ὁ πολὺς ἐν τῷ λέγειν ὥσπερ τῶν οἰκείων λόγων ἐπιλαθόμενός φησι τῷ χιλιάρχῳ οὐχὶ Ἰουδαῖον ἑαυτὸν ἀλλὰ Ῥωμαῖον εἶναι, πρὸ τούτου φάς· Ἐγὼ ἀνὴρ Ἰουδαῖός είμι, ἐν Τάρσῳ τῆς Κιλικίας γενόμενος, ἀνατεθραμμένος [20] δὲ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατ᾿ ἀκρίβειαν τοῦ πατρῴου νόμου. ὁ γοῦν εἰπών· Ἐγώ εἰμι Ἰουδαῖος, καὶ Ἐγώ εἰμι Ῥωμαῖος, οὐδ’ ἑκάτερόν ἐστιν, ἑκατέρῳ προσκείμενος · ὁ γὰρ ὑποκρινόμενος καὶ λέγων ὅπερ οὐκ ἦν, δόλῳ τὰς ὑποθέσεις τῶν ἔργων πραγματεύεται καὶ [25] προσωπεῖον ἀπάτης περιβαλὼν ἑαυτῷ φενακίζει τὸ σαφὲς καὶ κλέπτει τὴν ἀλήθειαν, ἀλληνάλλως πολιορκῶν τῆς ψυχῆς τὸ φρόνημα, τέχνῃ γοητείας τοὺς εὐχερεῖς δουλούμενος. ὁ δὲ τοιαύτην ἐν βίῳ γνώμην ἀσπαςάμενος οὐδὲν ἀσπόνδου πολεμίου καὶ πικροῦ διενήνοχεν, ὃς τῶν ὑπερορίων τὰς γνώμας ὐποκριθεὶς1 S. 62 πάντας αἰχμαλωτίζει ἀπανθρώπως δουλούμενος. Εἰ γοῦν Παῦλος ὁποκρινόμενος πῆ μὲν Ἰουδαῖος, πῆ δὲ Ῥωμαῖός ἐστι, πῆ μὲν ἄνομος, πῆ δὲ Ἕλλην, ὅταν ἐθέλῃ ἑκάατου πράγματος ὀθνεῖος καὶ πολέμιος, ἕκαστον ὑπεισελθὼν ἑκάστου ἠχρείωκε, θωπείαις [5] ἑκάστου κλέπτων τὴν προαίρεσιν, ψεύσττης οὖν καὶ τοῦ ψεύδους ἐκ τοῦ φανεροῦ σύντροφος, καὶ περιττὸν τὸ λέγειν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι. ὁ γὰρ πρώην τὸν νόμον καὶ τήμερον τὸ εὐαγγέλιον σχηματιζόμενος, ἐνδίκως ὁ τοιοῦτος κἀν βίῳ κἀν πολιτείᾳ κακοῦργος καὶ ὕπουλος.2


  1. 17 f Act. 22, 25. 27

    18 ff Act. 22, 3 (cett. εγώ είμι — cett. γεγεννημένος ἐν Τάρςῳ, sed D cum nostro ἐν T. τ. K. γεγενν.)

    23 προκείμενος Cod

    25 φαινακίζει Cod

    26 ἀλληνάλως Cod  ↩

  2. 3 ἔννομος?

    6 f Rom. 9,1  ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Kritik des Neuen Testaments
Translations of this Work
Die Quästionen des griechischen Philosophen Compare
Commentaries for this Work
Kommentar zur Kritik des Neuen Testaments

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy