• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Makarios Magnes Kritik des Neuen Testaments

III, 32.

[10] Ὅτι δὲ κενοδοξίας ἕνεκεν τὸ εὐαγγέλιον καὶ πλεονεξίας τὸν νόμον ὑποκρίνεται, δῆλος ἀφ᾿ ὧν λέγει· Τίς στρατεύεται ἰόίοις ὀψωνίοις ποτέ; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; καὶ ταῦτα θέλων κρατῦναι [15] τὸν νόμον τῆς πλεονεξίας λαμβάνει συνήγορον, φάς· Ἥ καὶ ὁ νόμος ταῦτα οὐ λέγει; ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται· »οὐ φιμώσεις βοῦν ἀλοῶντα«. εἶτ᾿ ἐπισυνάπτει τὸν λόγον ἀσαφῆ καὶ μεστὸν φλυαρίας, τῶν ἀλόγων τὴν θείαν ἀποτέμνων πρόνοιαν, φάσκων· Mὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι᾿ ἡμᾶς [20] λέγει; δι᾿ ἡμᾶς, γὰρ ἐγράφη. δοκεῖ δέ μοι ταῦτα λέγων ἱκανῶς ἐνυβρίζειν τῇ σοφίᾳ τοῦ κτίσαντος ὡς οὐ προνοουμένη τῶν γενομένων πάλαι, εἰ γὰρ περὶ τῶν βοῶν οὐ μέλει τῷ θεῷ, τί καὶ γέγραπται· Πάντα ὑπέταξας, πρόβατα καὶ βόας καὶ κτήνη καὶ τοὺς ἰχθύας. εἰ γὰρ ίχθύων λόγον ποιεῖται, πολλῷ 2δ μᾶλλον βοῶν ἀροτήρων καὶ καματηρῶν. ὅθεν ἄγαμαι τὸν οὕτω φένακα, τὸν ἀπληστίας ἕνεκεν καὶ τοῦ λαβεῖν ἱκανὸν τῶν ὑπηκόων ἔρανον, οὕτω τὸν νόμον σεμνῶς περιέποντα.1

 


  1. 12 ff I Kor. 9, 7

    15 ff I Kor. 9, 8 f (φιμώσεις cum אAB3CDb etc., χημώσεις BDFG etc.)

    17 φημώσεις Cod — ἀλλοῶντα Cod

    18 ποιμένη Cod

    19 f I Kor. 9, 9 f (deest πάντως ante λέγει)

    23 f Ps. 8, 8 f

    25 βοῶν ἀροτήρων Hesiod. ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Kritik des Neuen Testaments
Übersetzungen dieses Werks
Die Quästionen des griechischen Philosophen vergleichen
Kommentare zu diesem Werk
Kommentar zur Kritik des Neuen Testaments

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung