• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Makarios Magnes Kritik des Neuen Testaments

IV,2.

[25] Ἀλλο δ᾿ ἐμβρόντητον καὶ πεπλανημένον ὑπ᾿ αὐτοῦ ῥηθὲν ἴδωμεν σόφισμα, ἐν ᾦ φησίν· Ἡμεῖς οἱ ζώντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας εἰς τὴν παρουσίαν1 S. 72 τοῦ κυρίου, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται άπ᾿οὐρανοῦ καὶ οἱ νεκροὶ οἱ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλῃ [5] εἰς ἀπάντησιιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα. τοῦτ᾿ οὐρανόμηκες ὄντως καὶ μετεωρότερον τὸ .. . πράγματος, ὑπέρογκον τὸ ψεῦσμα καὶ ἀνώτερον· τοῦτο καὶ τοῖς ἀλόγοις ἐπᾳδόμενον ζῴοις ἀναγκάζει βληχᾶσθαι καὶ κρώζειν ἐν ὑποκρίσει τὸν ἔξοχον πάταγον, ἐπὰν γνῷ ἐνσάρκους [10] ἀνθρώπους ὡς τὰ πετεινὰ πετομένους ἐν ἀέρι ἢ βασταζομένους ἐπὶ νεφέλης. πολὺς γὰρ οὗτος τῆς ἀλαζονείας ὁ κόμπος, ζῷα τῷ φόρτῳ πεπιλημένα τῶν σωματικῶν ὄγκων φύσιν ἀναλαβεῖν πτερωτῶν ὀρνέων καὶ διαπερᾶν ὥσπερ τι πέλαγος τὸν πολὺν ἀέρα, ὀχήματι νεφέλης ἀποχρησάμενα. εἰ γὰρ καὶ δυνατόν, ἀλλὰ [15] τερατῶδες καὶ τῆς ἀκολουθίας ἐστὶν ἀλλότριον. ἡ γὰρ δημιουργὸς ἄνωθεν φύσις τόπους ἁρμόζουτας τοῖς γινομένοις συναπεκλήρωσε καὶ κατάλληλον ἐνομοθέτησεν ἔχειν ἐναύλισμα, ἐνύδροις θάλασσαν, χερσαίοις ἤπειρον, πτηνοῖς ἀέρα, φωστῆρσιν αἰθέρα, ἓν γοῦν ἐκ τούτων ἐκ τῆς οἰκείας ἂν μετάρῃ μονῆς, [20] ἀφανισθήσεται εἰς ξένην μετελθὸν δίαιταν καὶ μονήν· οῖον εἰ τὸ ἔνυδρον βουληθείης λαβεῖν κἀπὶ τῆς ξηρᾶς διάγειν βιάσῃ, φθείρεται ῥᾷον ἐξαπολλύμενον· εἰ δὲ χερσαῖον αὖθις καὶ αὐχμηρὸν εἰς τὸ ὕδωρ βάλλῃς, ἀποπνιγήοεται· κἂν τοῦ ἀέρος χωρίσῃς πτηνόν, οὐχ ὑπομενεῖ. κἂν ἀστέριον ἐξ αἰθερίου σῶμα [25] μεταβιβάσῃς, οὐχ ὑποστήσεται. ἀλλ᾿ οὐδ᾿ ὁ θεῖος καὶ δραστήριος τοῦ θείου λόγος τοῦτ᾿ ἐποίησεν ἢ πράξει ποτέ, καὶπερ δυνάμενος τῶν γινομένων τὰς μοίρας ἀλλάττειν· οὐ γὰρ καθ'ὃ δύναται πράττει τι καὶ θέλει, ἀλλά, καθ᾿ ὃ τὴν ἀκολουθίαν σώζει τὰ πράγματα, τὸν τῆς εὐταξίας φυλάττει νόμον. οὐδὲ2 S. 74 γοῦν τὴν γῆν, εἴ γε καὶ δύναται, ναυτίλλεσθαι ποιεῖ, οὐδ᾿ἀροῦσθαι πάλιν καὶ γεωργεῖσθαι ποιεῖ τὴν θάλασσαν, οὐδὲ τὴν ἀρετὴν κάθ᾿ ὃ δύναται ποιεῖ κακίαν οὐδὲ τὴν κακίαν αὖθις ἀρετὴν, οὐδὲ τὸν ἄνθρωπον παρασκευάσει πτηνὸν [5] γενέσθαι, οὐδὲ τὰ ἄστρα κάτω καὶ τὴν γῆν ἄνω. ὅθεν εὐλόγως μεστὸν ἐξηχίας τὸ λέγειν ἀνθρώπους ἁρπαγήσεσθαι εἰς ἀέρα ποτέ· ἀρίδηλον δὲ τὸ ψεῦδος τοῦ Παύλον ἐν τῷ λέγειν· Ἡμεῖς οἱ ζῶντες· ἔτη γὰρ ἐξ οὗ λέγει τριάκοντα, καὶ οὐδὲν οὐδαμοῦ οὐδ᾿ αὐτὸς ὁ Παῦλος μετὰ καὶ ἄλλων ἡρπάγη σωμάτῶν. [10] καὶ τοῦτο μὲν ὧδε σιγὴν ἐχέτω τὸ κεκλονημένον ῥῆμα τοῦ Παύλου.3


  1. 27 ἴδομεν Cod

    27 ff I Thess. 4, 15—17 (cett. εἰς τ. παρουσ. τ. κυρ. οὐ μὴ φθὰσ. τ. κοιμ.)  ↩

  2. 3 ff (οἱ post νεκροὶ FG, cett. omittunt — οἱ περιλειπόμενοι post oἱ ζῶντες sec. loco omittunt cum nostro pauci, nempe FgrGg, Method., Teρtull., Ambros. — ἁρπαγησώμεθα L Epiphanius, tamen correxi — ἐν νεφέλαις cett.) — Adhibeas ad hoc capitulum Schalkhausser, 1. c. p. 71 sq.

    4 ἁρπαγησώμεθα Cod

    7 τὸ πρᾶγμα Blondel, lacunam indicavi

    9 πάτταγον Cod

    10 βασταζομένης in textu, in marg. ἴσ(ως) βασταζόμενους sec. manus

    11 ἀλαζωνείας

    12 ο}´γκων in marg. pr. manus

    18 αἰθέρα in marg. pr. manus, ἀέρα in textu

    24 χωρήσης — αἰθηρίου Cod, αἰθέρος Blondel

    26 θείου Cod, θεοῦ Blondel  ↩

  3. 1 f οὐδ’ ἀροῦσθαι usque ad 3 δύναται: omissa add. pr. manus

    8 τριάκοντα Cod, τριακόσια Blondel, fortasse τριακόσια τριάκοντα, vgl. IV, 5: καὶ ἰδοὺ τριακόσια ἢ καὶ περαιτέρω διΐππευσεν ἔτη  ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Kritik des Neuen Testaments
Translations of this Work
Die Quästionen des griechischen Philosophen Compare
Commentaries for this Work
Kommentar zur Kritik des Neuen Testaments

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy