IV, 7.
[5] Καὶ ἐκεῖνο δ᾿ αὖθις λέγει, ὃ καὶ ἀσεβείας μεστὸν ὑπάρχει, τὸ ῥῆμα φάσκον· Καὶ τακήσεται πᾶσα δύναμις οὐρανοῦ καὶ ἑλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον· καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ [10] συκῆς. ἀπὸ τερατώδους καὶ τοῦτο ψευδολογίας καὶ ὑπερφυοῦς ἀλαζονείας κεκόμπασται τό· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. ποῖος γάρ τις ἂν ἔποι τοῦ Ἰησοῦ τοὺς λόγους στήσεσθαι, εἴπερ οὐρανὸς καὶ γῆ μηκέτ᾿ εἶεν; ἄλλως τε εἰ τοῦτο πράξειεν ὁ Χριστὸς καὶ κατάξειε [15] τὸν οὐρανόν, τοὺς ἀσεβεστάτους τῶν ἀνθρώπων μιμήσεται, οἳ τὰ ἑαυτῶν διαφθείρουσιν· ὅτι γὰρ οὐρανοῦ καὶ γῆς πατήρ ἐστιν ὁ θεός, ὑπὸ τοῦ υἱοῦ ὡμολόγηται, Πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, λέγοντος· Ἰωάννης δὲ ὁ βαπτίστης μεγεθύνει τὸν οὐρανὸν καὶ ἐξ αὐτοῦ λέγει τὰ θεῖα χαρίσματα [20] πέμπεσθαι λέγων· Οὐδεὶς δύναται ποιεῖν οὐδέν, ἐὰν μὴ ᾔ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, καὶ οἱ προφῆται δὲ ἅγιον τοῦ θεοῦ οἰκητήριον λέγουσιν ὑπάρχειν τὸν οὐρανὸν ἐν τῷ · Ἔπιδε ἐκ κατοικητηρίου ἁγίου σου καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραήλ· εἴ γε ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐν μαρτυρίαις [25] οὐρανὸς παρελεύσεται, τίς ἔσται καθέδρα λοιπὸν τοῦ δεσποζοντος; εἰ δὲ καὶ τὸ τῆς γῆς στοιχεῖον ἀπόλλυται, τί τὸ ὑποπόδιον ἔσται τοῦ καθημένου, λέγοντος αὐτοῦ· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου; καὶ περὶ μὲν τοῦ παρελθεῖν τὸν οὐρανὸν καὶ τὴν γῆν ὧδε.1
-
7 ff In Apoc. Petri Jes. 34, 4 citatum fuisse videtur (τακήσονται πᾶσαι aἱ δυνάμεις τῶν οὐρανῶν καὶ ἐλιγήσεται ὡς βιβλίον ὁ οὐρανός)
10 in marg. ad τὰ ἑαυτῶν Cod add. τέκνα (Blondel in textum rec.)
11 f Matth. 24, 35
12 ποῖα Cod
17 f Matth. 11, 25
20 f Joh. 3, 27 (οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν cett., sed cod. e offert »facere«)
23 ἐπεῖδε Cod — σου post ἁγίου ego
23 f Deut. 26,15 (κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ cett., sed F om. ἐκ τ. οὐρ.)
27 ἐμπόδιον pr. manus
27 f Jes. 66,1 (μοι אA, μου cett.; ἡ δὲ γῆ אAQ, καὶ ἡ γῆ cett.) ↩