IV, 8.
S. 80 Ἄλλο δὲ μυθωδέστερον τούτου καθάπερ ἐν νυκτὶ δόγμα ψηλαφήσωμεν ἐν τῷ· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκκῳ σινάπεως, καὶ πάλιν· Ὁμοία ἑστὶν ἡ βασιλεία τῶν [5] οὐρανῶν ζύμῃ, καὶ αὔθις· Όμοια ἐστὶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας; ταῦτα γὰρ οὐκ ἀνδρῶν} άλλ᾿οὐδ᾿ ὀνειροπολούντων γυναικίων τὰ μυθάρια· ὅταν γάρ τις περὶ μεγάλων ἢ θείων ἀπαγγέλῃ, κοινοῖς μὲν ὀφείλει καὶ ἀνθρωπίνοις χρῆσθαι πράγμασι σαφηνείας ἕνεκεν, οὐ μὴν οὕτω [10] χυδαίοις καὶ ἀσυνέτοις· ταῦτα δὲ τα ῥήματα, μετὰ τοῦ ταπεινὰ εἶναι καὶ μὴ πρέποντα τηλικούτοις πράγμασιν, οὐδεμίαν ἔχει ἐν ἑαυτοῖς ἔννοιαν συνετὴν οὐδὲ σαφήνειαν· καίτοι σφόδρα πρςῆκεν αὐτὰ εἶναι σαφῆ διὰ τὸ μὴ σοφοῖς μηδὲ συνετοῖς, ἀλλὰ νηπίοις γεγράφθαι.1
-
1 μυθοδέστερον Cod
3 f Matth. 13, 31
4 f Matth. 13, 33
5 f Matth. 13, 45
7 ὀνειροπολουςῶν Blondel — γυναικῶν Cod et Blondel
8 ἢ Cod, καὶ Blondel
9 σαηηνίας Cod
10 δὲ add. Blondel
13 cf. Matth. 11, 25 ↩