IV, 10.
S. 82 Ἄλλο δὲ τούτου πρᾶγμα πολὺ λογιώτερον — κατ᾿αντίφραοιν λέγω — θέμις διασκοπῆσαι· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ιατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Περὶ δὲ τῆς [5] οἰκείας ἐπιδημίας ὁ Χριστὸς ταῦτ᾿ ἐρραψώδει τοῖς ὄχλοις. εἰ γοῦν διὰ τοὺς κάμνοντας, ὡς αὐτὸς λέγει, ταῖς ἁμαρτίαις ἐπέστη, ἆρ᾿ οὐκ ἔκαμνον οἱ πατέρες ἡμῶν οὐδ᾿ ἐνοσηλεύοντο ταῖς ἁμαρτίαις οἱ προγονοί; εἲ γε χρείαν οὐκ ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ καὶ οὐκ ἦλθε καλέσαι δικαίους ἀλλὰ [10] ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὡς τὸν Παῦλον δὴ λέγειν οὕτως· Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ— εἰ γοῦν ταὖτ᾿ οὕτως ἔχει καὶ ὁ πεπλανημένος μὲν καλεῖται, ὁ δὲ νοςῶν θεραπεύεται, καὶ καλεῖται μὲν ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐ καλεῖται, ὁ μήτε κληθεὶς [15] μήτε τῆς τῶν Χριστιανῶν δεόμενος θεραπείας εἴη ἂν ἀπλανής τε καὶ δίκαιος· ὁ γὰρ μὴ χρῄζων ἰατρείας τὸν παρὰ τοῖς πιστοῖς λόγον ἀποστραφεὶς τυγχάνει, καὶ ὅσῳ ἂν μάλλον ἀποστραφᾖ, τοσούτῳ μᾶλλον δίκαιος ἔσται καὶ ὑγιαίνων καὶ ἀπλανής.1
-
3f· 9f Luk. 5, 31 f
5 ἐραψώδει
10 καὶ τὸν Παῦλον δὲ Cod, corr. Blondel
11f I Tim. 1, 15 (Χρ. Ἰησ. plurimi)
13 μὲν in marg. add. sec. manus
15 τῶν Χριστιανῶν? fortasse τοῦ Χριστοῦ ↩