IV, 20.
Τὸ μέντοι περὶ τῆς μοναρχίας τοῦ μόνου θεοῦ καὶ τῆς πολυαρχίας τῶν σεβομένων θεῶν διαρρήδην ζητήσωμεν, ὡς 1 S. 86οὐκ οἶδας οὐδὲ τῆς μοναρχίας τὸν λόγον ἀφηγήσασθαι. μονάρχης γάρ ἐστιν οὐχ ὁ μόνος ὢν, ἀλλ᾿ὁ μόνος ἄρχων, ἄρχει δ᾿ ὁμοφύλων δηλαδὴ καὶ ὁμοίων, οἵον Ἁδριανὸς ὁ βασιλεὺς μονάρχης γέγονεν, οὐχ ὅτι μόνος ἦν οὐδ᾿ ὅτι βοῶν καὶ [5] προβάτων ἦρχεν, ὧν ἄρχουσι ποιμένες ἢ βουκόλοι, ἀλλ᾿ ὅτι ἀνθρώπων ἐβασίλευε τῶν ὁμογενῶν τὴν αὐτὴν φύσιν ἐχόντων. ὡσαύτως θεὸς μονάρχης οὐκ ἂν κυρίως ἐκλήθη, εἰ μὴ θεῶν ἦρχε· τοῦτο γὰρ ἔπρεπε τῷ θείῳ μεγέθει καὶ τῷ οὐρανίῳ καὶ πολλῷ ἀξιώματι.2
-
28 Nicephorus in Antirrheticis c. 20 et 21 integra repetiit, cf. Pitra, Spic. Solesm. I p. 309 — τὸ Cod, τὸν Nic. '— τοῦ usque
29 πολυαρχίας om. Nic.
29 ζητήσομεν Nic. — ὡς Nic., ὧν Cod ↩
-
1 οἶσθα Nic.
2 ἀλλὰ μόνος Nic.
2 ff Matth. 22, 29 f. (καὶ ἀποκριθεὶς cum solo א, ἀποκρ. δὲ cett. — Εἶπεν αὐτοῖς fere omnes, exc. s v al15 fere — ἀλλ᾿ εἰσὶν sine testibus, ἐv Τῷ οὐρ. εἰσιν cett. — noster om. Θεοῦ post ἄγγελοι cum BD ab cefff2hq Ambr., aliis)
8 καὶ Cod, ἢ Nic. — Ἁνδριανὸς Cod
6 ἐβασίλευσε Nic.
7 οὐκ ἂν μονάρχης Cod
8f καὶ ante πολλῷ in Cod add. sec. manus ↩