• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Makarios Magnes Kritik des Neuen Testaments

IV, 23.

[5] Ἔχοιμι ἄν σοι καὶ ἀπὸ τοῦ νόμου δεῖξαι τὸ τῶν θεῶν πολύοπτον ὄνομα ἐν τῷ βοᾶν καὶ μετά πολλῆς αἰδοῦς νουθετεῖν τὸν ἀκούοντα· Θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. οὐ γὰρ ἄλλους παρὰ τοὺς [10] ἡμῖν νομιζομένους ὧδε θεοὺς λέγει, ἐξ ὧν ἴσμεν ἐν τῷ· Οὐ πορεύςῃ ὁπίσω θεῶν, καὶ πάλιν· Ἐὰν πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις· ὅτι γὰρ οὐκ ἀνθρώπους, ἀλλὰ θεοὺς καὶ τοὺς ὑφ᾿ ἡμῶν δοξαζομένους λέγει οὐ μόνον Μωςῆς, ἀλλὰ καὶ ’Ιησοῦς ὁ διάδοχος αὐτοῦ φηοιν τῷ λαῷ· Καὶ νῦν [15] φοβήθητε αὐτὸν καὶ λατρεύσατε αὐτῷ μόνῳ καὶ περιέλεσθε τοὺς θεούς, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν, καὶ Παῦλος δὲ οὐ περὶ ἀνθρώπων, ἀλλὰ περὶ τῶν ἀσωμάτων φηςίν· Εἴπερ εἰσὶν οἱ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανῷ, ἀλλ᾿ ἡμῖν εἷς θεὸς καὶ πατὴρ ἐξ οὗ τὰ [20] πάντα. διὸ πάνυ σφάλλεσθε νομίζοντες χαλεπαίνειν τὸν θεόν, εἴ τις καὶ ἄλλος κληθείη θεὸς καὶ τῆς αὐτοῦ προσηγορίας τυγχάνοι, ὁπότε καὶ ἄρχοντες ὑπηκόοις καὶ δούλοις δεσπόται τῆς ὁμωνυμίας οὐ φθονοῦσιν· οὐ θεμιτὸν γοῦν μικροψυχότερον ἀνθρώπων τὸν θεὸν εἶναι νομίζειν. καὶ περὶ μὲν τοῦ εἶναι [25] θεοὺς καὶ δεῖν τιμᾶσθαι τούτους ἅλις.1


  1. 8 f Exod. 22, 28 (οὐκ ἐρεῖς κακῶς AF, οὐ κακῶς ἐρεῖς cett.)

    10 f Jerem. 7, 6

    10 ὧδε respuit Blondel — ἐξ ὧν?

    11 f cf. Deut. 13, 2

    12 ὅτι γὰρ κτλ.: in marg. additum ποίους λέγει θεούς a sec. manu

    13 καὶ respuit Blondel

    14 ff Jos. 24, 14 (αὐτόν, cett. κύριον — μόνῳ sine testibus — ὑμῶν cum A, ἡμῶν cett.)

    18 ff I Kor. 8, 5f. (οἱ cum FGK d e f g m5 vg Iren. — πολλοὶ καὶ κύριοι πολλοί noster ex sequentibus transtulit [etiam DE de Ambrosiaster θεοί καὶ κύριοι hic offerunt] ; idem εἴτε ἐπὶ γῆς ante εἴτε ἐν οὐρ. posuit — καὶ πατὴρ cum unico Basilio, ὁ πατὴρ cett.) 

    21 f τυγχάνει Cod ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Kritik des Neuen Testaments
Translations of this Work
Die Quästionen des griechischen Philosophen Compare
Commentaries for this Work
Kommentar zur Kritik des Neuen Testaments

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy