• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Makarios Magnes Kritik des Neuen Testaments

IV, 24

S. 92 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν αὖθις ἀφηγητέον. τίνος γὰρ ἕνεκεν τοῦτο ποιήσειεν ὁ θεὸς καὶ τὴν μέχρι νῦν τῶν γενομένων διαδοχήν, δι᾿ ὧν ὥρισε τὰ γένη σώζεσθαι καὶ [5] μὴ διαλείπειν, ἀναλύσειε προχείρως οὕτως ἐξ ἀρχῆς νομοθετήσας καὶ διατυπώσας; τὰ δ᾿ ἅπαξ δόξαντα τῷ θεῷ καὶ τοσούτῳ φυλαχθέντα αἰῶνι αἰώνια αὐτὰ προσήκει εἶναι καὶ μήτε καταγινώσκεσθαι ὑπὸ τὸν δημιουργήσαντος μήτε διαφθεῖραι ὡς ὑπό τινος ἀνθρώπου γενόμενα καὶ θνητὰ ὑπὸ θνητοῦ κατεθσκευασμένα. [10] ὅθεν ἄλογον, εἰ τοῦ παντὸς φθαρέντος ἀκολουθήθει ἡ ἀνάσταοις, εἰ τὸν πρὸ τριῶν, εἰ τύχοι, τῆς ἀναστάσεως τελευτήσαντα ἀναστήσει καὶ σὺν αὐτῷ Πρίαμον καὶ Νέστορα, τοὺς πρὸ χιλίων ἐτῶν ἀποθανόντας καὶ ἄλλους πρὸ ἐκείνων ἀπὸ τῆς ἀνθρωπείας γενέσεως. εἰ δὲ κἀκεῖνό τις ἐθέλοι [15] κατανοεῖν, εὑρήσει μεστὸν ἀβελτηρίας πρᾶγμα τὸ τῆς ἀναστάσεως· πολλοὶ γὰρ ἐν θαλάττῃ πολλάκις ἀπώλοντο καὶ ὑπὸ ἰχθύων ἀνηλώθη τὰ σώματα, πολλοὶ δ’ ὑπὸ θηρίων καὶ ὀρνέων ἐβρώθησαν· πῶς οὖν τὰ σώματα αὐτῶν ἐπανελθεῖν οἷόν τε; φέρε γὰρ τὸ λεχθὲν λεπτῶς βασανίσωμεν· οἷον, ἐνανάγησέ τις, εἶτα [20] τρίγλαι τοῦ σώματος ἐγεὐσαντο, εἶθ᾿ ἁλιεύσαντές τινες καὶ φαγόντες ἐσφάγησαν καὶ ὑπὸ κυνῶν ἐβρώθησαν, τοὺς κύνας ἀποθανόντας κόρακες παμμελεὶ καὶ γῦπες ἐθοινήσαντο· πῶς οὖν συναχθήσεται τὸ σῶμα τοῦ ναυαγήσαντος διὰ τοσούτων ἐξαναλωθὲν ζῷων; καὶ δὴ ἄλλο πάλιν ὑπὸ πυρὸς ἀναλωθὲν [25] καὶ ἕτερον εἰς σκώληκας λῆξαν, πῶς οἷόν τε εἰς τὴν ἐξ ἀρχῆς ἐπανελθεῖν ὑπόστασιν; ἀλλ᾿ ἐρεῖς μοι ὅτι τοῦτο τῷ θεῷ δυνατόν, ὅπερ οὐκ ἀληθές, οὐ γὰρ πάντα δύναται· ἀμέλει οὐ δύναται ποιῆσαι μὴ γεγενῆσθαι ποιητὴν τὸν Ὅμηρον οὐδὲ τὸ Ἴλιον μὴ ἁλῶναι· οὺ μὴν οὐδὲ τὰ δύο διπλασιαζόμενα, τέτταρτα [30] ὄντα τῷ ἀριθμῷ, ἀριθμεῖσθαι ποιήσειεν ἑκατόν, κἂν αὐτῷ δοκῇ τοῦτο. ἀλλ᾿ οὐδὲ κακὸς ὁ θεός, εἰ καὶ θέλει, δύναται γενέσθαι ποτέ, ἀλλ᾿ οὐδὲ ἀγαθὸς ὢν τὴν φύσιν ἁμαρτῆσαι δύναιτ᾿ ἂν·1 S. 94 ei ουν άμαρτάνειν ουχ ἐστιν οίός τε ουδέ κακός γενέοθαι, τοῦτο ον δι ασθένειαν τῷ θεῳ συμβαίνει' oi γὰρ έχοντες ἐκ φύσεως παρασκευήν καὶ επιτηδειότητα προς τι, είτα κωλυόμενοι τοῦτο ποιεῖν, υπό ασθένειας δηλαδή κωλύονται ο δὲ θεός [5] αγαθός είναι πέφνκε καὶ ον κωλύεται κακός είναι όμως καὶ μὴ κωλυόμενος γενέσθαι κακός αδυνατεί. σκέψασθε δὲ κάκεῖνο πηλίκον εστῖν άλογον εἰ ο δημιουργός τὸν μὲν ουρανόν, οὐ μηδέν τις επενόησε κάλλος θεύπεσιώτερον, περιόψεται τηκόμενον καὶ άστρα πίπτοντα καὶ γην άπολλνμένην, τα δὲ οεοη-[10] πότα καὶ διεφθαρμένα τῶν ανθρώπων άναστήσει οώματα, οπονδαίων ένια καὶ ἀλλὰ προ τὸν άποθανεῖν ατερπή καὶ ασύμμετρα καὶ άηδεοτάτην όψιν έχοντα. εἰ δὲ καὶ ράδιον αναΟτήσαι δυναται συν κόσμῳ πρέποντι, αδύνατον χωρήσαι τὴν γην τοὺς από γενέσεως τοῦ κόσμου τελευτήσαντας, εἰ άνασταῖεν.2


  1. 1 cf. IV, 2

    3 γὰρ in marg. add. prim, manus

    4 δι᾿ὧν Cod, fort, δι᾿ ἧς

    5 ἀναλίσει Cod

    8 διαφθεῖραι Cod, vix ferri potest, sed nolo mutare (διαφθείρεσθαι)

    10 ἄλλογον Cod ut videtur

    11 τῆς ἀναστάσεως i. e. resurrectionis universalis; itaque non muto

    12 καὶ add. Blondel

    22 ἐθοινίσαντο Cod

    28 γεγενεῖσθαι Cod

    30 δοκεῖ Cod ↩

  2. 7 εἰ δ μὲν Cod, εἰ μὲν δ Blondel

    7 ff cf. Jes. 34 ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Kritik des Neuen Testaments
Übersetzungen dieses Werks
Die Quästionen des griechischen Philosophen vergleichen
Kommentare zu diesem Werk
Kommentar zur Kritik des Neuen Testaments

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung