III, 1.
S. 32 [Πῶς δ᾿ Ἰησοῦς ἠνέσχετο μεθ’ ὕβρεως σταυρωθῆναι ;] Τίνος ἕνεκεν ὁ Χριστὸς οὔτε τῷ ἀρχιερεῖ προσαχθεὶς οὔτε τῷ ἡγεμόνι ἄξιόν τι σοφοῦ καὶ θείου ἀνδρὸς ἐφθέγξατο, [5] δννάμενον καὶ τον κριτὴν καὶ τοὺς παρεστῶτας παιδεῦσαι καὶ βελτίους ἐργάσασθαι, ἀλλ᾿ ἠνέσχετο καλάμῳ τύπτεσθαι καὶ περιπτύεσθαι καὶ στεφανοῦσθαι ἀκάνθαις, καὶ μὴ καθάπερ Ἀπολλώνιος μετὰ παρρησίας τῷ αὐτοκράτορι λαλήσας Δομετιανῷ τὴς βασιλικὴς αὐλῆς ἀφανὴς ἐγένετο καὶ μεθ᾿ ὥρας οὐ [10] πολλὰς ἐν πόλει Δικαιαρχεία, νῦν δὲ Ποτιόλοις καλούμένῃ, ὀφθεὶς ἐπιφανέστατος; ὁ δέ γε Χριστὸς εὶ καὶ παθεῖν εἶχε κατ᾿ἐντολὰς τοῦ θεοῦ, ἐχρῆν μὲν ὑπομεῖναι τὴν τιμωρίαν, οὐ μὴν ἄνευ παρρησίας ὑποστῆναι τὸ πάθος. ἀλλὰ σπουδαῖά τινα καὶ σοφὰ διαφθέγξασθαι πρὸς Πιλᾶτον τὸν δικαστὴν καὶ μὴ ὡς [15] εἶς τῶν ἐκ τριόδου χυδαίων ὑβρισθῆναι.1
-
2ff cf. Matth. 26. 27 cum parall.
5 προεστῶτας pr. manus
10 Δικαιαρχίᾳ Cod — καλουμένη Cod
15 χυδαίων delere vult Blondel, sed vox est auctori familiaris ↩