ΙΕ Περὶ Ἡρακλᾶ.
[6.15.1] ὃ δ' ὡς ἑαυτὸν ἑώρα μὴ ἐπαρκοῦντα τῆι τῶν θείων βαθυτέραι σχολῆι τῆι τε ἐξετάσει καὶ ἑρμηνείαι τῶν ἱερῶν γραμμάτων καὶ προσέτι τῆι τῶν προσιόντων κατηχήσει μηδ' ἀναπνεῦσαι συγχωρούντων αὐτῶι, ἑτέρων ἐφ' ἑτέροις ἐξ ἕω καὶ μέχρις ἑσπέρας ἐπὶ τὸ παρ' αὐτῶι διδασκαλεῖον φοιτώντων, διανείμας τὰ πλήθη, τὸν Ἡρακλᾶν τῶν γνωρίμων προκρίνας, ἔν τε τοῖς θείοις σπουδαῖον καὶ ἄλλως ὄντα λογιώτατον ἄνδρα καὶ φιλοσοφίας οὐκ ἄμοιρον, κοινωνὸν καθίστη τῆς κατηχήσεως, τῶι μὲν τὴν πρώτην τῶν ἄρτι στοιχειουμένων εἰσαγωγὴν ἐπιτρέψας, αὐτῶι δὲ τὴν τῶν ἐν ἕξει φυλάξας ἀκρόασιν.