1.
Ἀλλ᾿ ἐπειδὴ τὴν θείαν ἀληθότητα καὶ ὑπέρσοφον σοφίαν καὶ ὡς δύναμιν ὑμνοῦσι καὶ ὡς δικαιοσύνην οἱ θεολόγοι καὶ σωτηρίαν αὐτὴν ἀποκαλοῦσι καὶ ἀπολύτρωσιν, φέρε, καὶ ταύτας, ὡς ἐφικτὸν ἡμῖν, τὰς θεωνυμίας ἀναπτύξωμεν. Καὶ ὅτι μὲν ἡ θεαρχία πάσης ἐξῄρηται καὶ ὑπερέχει τῆς ὅπως ποτὲ καὶ οὔσης καὶ ἐπινοουμένης δυνάμεως, οὐκ οἶμαί τινα τῶν ἐν τοῖς θείοις λογίοις ἐντεθραμμένων ἀγνοεῖν. Πολλαχοῦ γὰρ ἡ θεολογία καὶ τὴν κυρείαν αὐτῇ καὶ αὐτῶν τῶν ὑπερουρανίων δυνάμεων ἀφορίζουσα παραδέδωκεν. Πῶς οὖν αὐτὴν οἱ θεολόγοι καὶ ὡς δύναμιν ὑμνοῦσι τὴν πάσης ἐξῃρημένην δυνάμεως; Ἢ πῶς ἐπ᾿ αὐτῇ τὴν δυναμωνυμίαν ἐκλάβοιμεν;