• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Theophilus of Antioch (183) Ad Autolycum
III

4.

Οὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σε θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. <φρόνιμος> γὰρ <ὢν ἡδέως μωρῶν ἀνέχῃ>· ἐπεί τοι οὐκ ἂν ἐκινήθης ὑπὸ ἀνοήτων ἀνθρώπων κενοῖς λόγοις ἀπάγεσθαι καὶ φήμῃ πείθεσθαι προκατεσχηκυίῃ, στομάτων ἀθέων ψευδῶς συκοφαντούντων ἡμᾶς, τοὺς θεοσεβεῖς καὶ χριστιανοὺς καλουμένους, φασκόντων ὡς κοινὰς ἁπάντων οὔσας τὰς γυναῖκας ἡμῶν καὶ ἀδιαφόρῳ μίξει ζῶντας, ἔτι μὴν καὶ ταῖς ἰδίαις ἀδελφαῖς συμμίγνυσθαι, καί, τὸ ἀθεώτατον καὶ ὠμότατον πάντων, σαρκῶν ἀνθρωπίνων ἐφάπτεσθαι ἡμᾶς. ἀλλὰ καὶ ὡς προσφάτου ὁδεύοντος τοῦ καθ’ ἡμᾶς λόγου, καὶ μηδὲν ἔχειν ἡμᾶς λέγειν εἰς ἀπόδειξιν ἀληθείας τῆς καθ’ ἡμᾶς καὶ διδασκαλίας, <μωρίαν> δὲ εἶναι τὸν λόγον ἡμῶν φασιν. ἐγὼ μὲν οὖν θαυμάζω μάλιστα ἐπὶ σοί, ὃς ἐν μὲν τοῖς λοιποῖς γενόμενος σπουδαῖος καὶ ἐκζητητὴς ἁπάντων πραγμάτων, ἀμελέστερον ἡμῶν ἀκούεις. εἰ γάρ σοι δυνατόν, καὶ νύκτωρ οὐκ ὤκνεις διατρίβειν ἐν βιβλιοθήκαις.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ad Autolycum
Translations of this Work
À Autolyque Compare
An Autolykus (BKV) Compare
Theophilus to Autolycus Compare
Commentaries for this Work
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy