• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Clement of Alexandria (150-215) Quis dives salvetur

XXXVI.

Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον <ᾗ> ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ' ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι, κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια, καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος «φῶς τοῦ κόσμου» καὶ «ἅλας τῆς γῆς» καλεῖ. τοῦτ' ἔστι τὸ σπέρμα, εἰκὼν καὶ ὁμοίωσις θεοῦ, καὶ τέκνον αὐτοῦ γνήσιον καὶ κληρονόμον, ὥσπερ ἐπί τινα ξενιτείαν ἐνταῦθα πεμπόμενον ὑπὸ μεγάλης οἰκονομίας καὶ ἀναλογίας τοῦ πατρός· δι' ὃ καὶ τὰ φανερὰ καὶ τὰ ἀφανῆ τοῦ κόσμου δεδημιούργηται, τὰ μὲν εἰς δουλείαν, τὰ δὲ εἰς ἄσκησιν, τὰ δὲ εἰς μάθησιν αὐτῷ, καὶ πάντα, μέχρις ἂν ἐνταῦθα τὸ σπέρμα μένῃ, συνέχεται, καὶ συναχθέντος αὐτοῦ πάντα τάχιστα λυθήσεται.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Quis dives salvetur
Translations of this Work
Salvation of the Rich Man Compare
Welcher Reiche wird gerettet werden? (BKV) Compare
Commentaries for this Work
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy