• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος πρῶτος

35.

Ἵνα δὲ μὴ δοκῶμεν ἀπὸ λέξεως ἑβραϊκῆς τοῖς μὴ καταλαμβάνουσι, πότερον συγκαταθετέον αὐτῇ ἢ μή, φέρειν παραμυθίαν περὶ τοῦ προφήτην εἰρηκέναι ἐκ παρθένου τεχθήσεσθαι τοῦτον, ἐφ' οὗ τῇ γενέσει λέλεκται τὸ «μεθ' ἡμῶν ὁ θεός», φέρε ἀπ' αὐτῆς τῆς λέξεως παραμυθησώμεθα τὸ λεγόμενον. Ὁ μὲν κύριος [ἀναγέγραπται εἰρηκέναι τῷ Ἄχαζ· «Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος», ἑξῆς δὲ τὸ διδόμενον σημεῖον τὸ «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.» Ποῖον οὖν σημεῖον τὸ νεάνιδα, μὴ παρθένον τεκεῖν; Καὶ τίνι μᾶλλον ἁρμόζει γεννῆσαι «Ἐμμανουήλ», τουτέστι «μεθ' ἡμῶν ὁ θεός», ἆρα γυναικὶ συνουσιασθείσῃ καὶ διὰ πάθους γυναικείου συλλαβούσῃ ἢ ἔτι καθαρᾷ καὶ ἁγνῇ καὶ παρθένῳ; Ταύτῃ γὰρ πρέπει γεννᾶν γέννημα, ἐφ' ᾧ τεχθέντι λέγεται τὸ «μεθ' ἡμῶν ὁ θεός». Ἐὰν δὲ] καὶ οὕτως [εὑρεσιλογῇ λέγων ὅτι τῷ Ἄχαζ εἴρηται]· «Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου», [ἀπαντήσομεν· κατὰ τοὺς χρόνους τοῦ Ἄχαζ τίς ἐγεννήθη, ἐφ' οὗ τῇ γενέσει λέγεται τὸ «Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός»; Εἰ γὰρ οὐδεὶς εὑρεθήσεται, δηλονότι τὸ τῷ Ἄχαζ εἰρημένον τῷ οἴκῳ εἴρηται Δαυὶδ διὰ τὸ «ἐκ σπέρματος Δαυὶδ» ἀναγεγράφθαι τὸν σωτῆρα γεγονέναι «τὸ κατὰ σάρκα»· ἀλλὰ καὶ τὸ «σημεῖον» τοῦτο «εἰς βάθος ἢ εἰς ὕψος» λέγεται εἶναι, ἐπεὶ «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.»] Ταῦτα δὲ λέγω ὡς πρὸς τὸν Ἰουδαῖον συγκατατιθέμενον τῇ προφητείᾳ. Λεγέτω δὲ καὶ Κέλσος ἤ τις τῶν σὺν αὐτῷ, ποίῳ νῷ ὁ προφήτης περὶ μελλόντων ἢ ταῦτα ἢ ἕτερα λέγει, ὁπόσα ἀναγέγραπται ἐν ταῖς προφητείαις· ἆρα γὰρ προγνωστικῷ μελλόντων ἢ οὔ; Εἰ μὲν γὰρ προγνωστικῷ μελλόντων, θεῖον εἶχον πνεῦμα οἱ προφῆται· εἰ δ' οὐ προγνωστικῷ μελλόντων, παραστησάτω τὸν νοῦν τοῦ ἀποτολμῶντος καὶ λέγοντος περὶ μελλόντων καὶ θαυμαζομένου παρὰ τοῖς Ἰουδαίοις ἐπὶ προφητείᾳ.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy