• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

6.

Ἀλλ' οὐδ' ὡς βλαπτομένου τοῦ θεοῦ, ὡς δοκεῖ βλάπτεσθαι ἄνθρωπος ὑπὸ τοῦ καὶ ἄλλῳ παρ' αὐτὸν δουλεύοντος, ἐκκλίνομεν τὸ δουλεύειν ἄλλῳ τινὶ ἢ τῷ θεῷ διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ, ἀλλ' ἵνα ἡμεῖς μὴ βλαβῶμεν ἑαυτοὺς χωρίζοντες τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ μερίδος, ὡς οἰκείως αὐτοῦ τῇ μακαριότητι ζῶντας πνεύματι ἐξαιρέτῳ «υἱοθεσίας»· ὅ ἐστιν ἐν υἱοῖς τοῦ ἐν οὐρανοῖς πατρός, οὐ λεξείδια ἀλλὰ πράγματα μεγαλοφώνως κατὰ τὸ κρυπτὸν φθεγγομένοις τὸ «Ἀββὰ ὁ πατήρ». Λακεδαιμονίων μὲν οὖν οἱ πρέσβεις τὸν Περσῶν βασιλέα, καίτοι προσαναγκαζόντων σφόδρα τῶν δορυφόρων, οὐ προσεκύνησαν φοβούμενοι τὸν ἕνα κύριον αὐτῶν τὸν Λυκούργου νόμον· οἱ δὲ τὴν πολλῷ μείζονα καὶ θειοτέραν πρεσβείαν «ὑπὲρ Χριστοῦ» πρεσβεύοντες οὔτε τὸν Περσῶν ἄρχοντα οὔτε τὸν Ἑλλήνων οὔτε τὸν Αἰγυπτίων οὔτε τὸν οὑτινοσοῦν ἔθνους προσκυνήσαιεν ἄν, κἂν οἱ δορυφόροι τῶν ἀρχόντων δαίμονες καὶ τοῦ διαβόλου ἄγγελοι προσαναγκάζειν αὐτοὺς ἐθέλωσι τοῦτο ποιεῖν καὶ πείθωσι μακρὰν χαίρειν λέγειν τῷ παντὸς νόμου τῶν ἐπὶ γῆς κρείττονι. Κύριος γὰρ τῶν «ὑπὲρ Χριστοῦ» πρεσβευόντων ὁ Χριστός ἐστιν, ὑπὲρ οὗ πρεσβεύουσιν, ὁ «ἐν ἀρχῇ» λόγος ὢν καὶ «πρὸς τὸν θεὸν» ὢν καὶ «θεὸς» ὤν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy